1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

15

ἐγὼ δανιήλ· καὶ ἡ ὅρασις τῆς κεφαλῆς μου ἐτάρασσέ με· καὶ προσῆλθον ἑνὶ τῶν εἱστηκότων· καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτοῦ μαθεῖν περὶ πάντων τούτων· καὶ εἶπέ μοι τὴν ἀκρίβειαν, καὶ τὴν σύγκρισιν εὔλογον ἐγνώρισέ μοι· ταῦτα τὰ θηρία τὰ τέσσαρα, τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἳ ἀρθήσονται καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου· καὶ καθέξουσιν αὐτήν, ἕως αἰῶνος αἰώνων: 117 ζακχαίος εἶπε: Καὶ τίνες εἰσὶν αἱ τέσσαρες βασιλεῖαι, καὶ τίνες οἱ ἅγιοι; ἀθανάσιος: Ὁ παλαιὸς ἡμερῶν τίς ἐστίν; εἰ οἶδας εἰπέ: ζακχαίος εἶπεν: Ἐγὼ λέγω ὁ θεός· τίνι γὰρ ἄλλῳ χίλιαι χιλιάδες λειτουργοῦσιν· καὶ μύριαι μυριάδες παραστήκουσιν, εἰ μὴ τῷ θεῷ; 118 ἀθανάσιος: Καλῶς εἶπας· καὶ ὁ ἐλθὼν μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὁμοίωμα ἔχων υἱοῦ ἀνθρώπου, τίς ἦν; ζακχαίος εἶπεν: Ὁ χριστός: 119 ἀθανάσιος: Καὶ οἱ ἅγιοι δηλονότι οἱ τὴν βασιλείαν καθέξοντες, οἱ δυνάσται αὐτοῦ· καὶ οἱ τέσσαρες βασιλεῖς, οἱ τῶν τεσσάρων μερῶν τῆς οἰκουμένης βασιλεῖς, καὶ αὐτῶν τῶν ἁγίων εὐχόμενοι εἶναι δοῦλοι: 120 ζακχαίος εἶπεν: Ἀλλ' οὐ τὸν χριστὸν εἶπον ὃν σὺ λέγεις, ἀλλ' ὃν ἡμεῖς προσδοκῶμεν: ἀθανάσιος: Καὶ πάλιν οὖν λέγω· ἐὰν ἔλθῃ ὃν σὺ προσδοκᾷς, εὑρήσει πάντα προληφθέντα παρὰ τοῦ ἀληθινοῦ· καὶ γὰρ καὶ τὰ ἔτη τῶν χρόνων συνέφθασε· καὶ παρ' αὐτοῦ τοῦ προφήτου ἐδιδάχθημεν· καὶ τὰ ἔθνη ἐσώθησαν τῆς εἰδωλολατρείας λυθείσης· καὶ πάντα συνέφθασε τὰ προφητευθέντα: 121 ζακχαίος εἶπε: Ποῦ γέγραπται ὁ χρόνος; ἀθανάσιος: Αὐτὸς πάλιν ὁ δανιὴλ λέγει· καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας τοῦ λαοῦ μου ἰσραήλ· καὶ ῥίπτοντος τὸν ἔλεόν μου κατέναντι τοῦ θεοῦ περὶ τοῦ ὄρους κυρίου τοῦ θεοῦ τοῦ ἁγίου· καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ γαβριὴλ ὃν εἶδον ἐν τῇ ὁράσει τῇ πρώτῃ πετόμενος, ἥψατό μου ὡσεὶ ὥρᾳ θυσίας ἑσπερινῆς, καὶ συνέστησέ με· καὶ ἐλάλησε μετ' ἐμοῦ καὶ εἶπεν: δανιήλ· νῦν ἐξῆλθον συνβιβάσαι σε σύνεσιν· ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος· καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματί σου, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ· ἑβδομάδες ἑβδομήκοντα συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν· τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ τοῦ ἀπολεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον· καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι ἱερουσαλήμ· ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτά, καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος· καὶ ἐκκαινωθήσονται οἱ καιροί· καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο· ἐξολοθρευθήσεται χρῖσμα· καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθείρει. ἤκουσας φανερῶς· ὅτι ἕως χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ ἐτῶν, καὶ ἑβδομάδες ἑξήκοντα δύο. ὅ ἐστιν ἑβδομάδες ἑξήκοντα ἐννέα· τοῦτ' ἐστὶν ἔτη υπγ.Lege igiturChronographum et inuenies a Dario filio Arshauri usque Christum esse annos CCCCLXXXIII. ἐν γὰρ τῷ πρώτῳ ἔτει δαρίου λέγει ἑωρακέναι τὴν ἀποκάλυψιν ὁ προφήτης· καὶ ὅτι συμφθάσαντος τοῦ θαυμαστοῦ, ἐξολοθρεύσεται χρῖσμα καὶ κρῖμα· τοῦτ' ἔστι βασιλεὺς καὶ κριτής· οὐκέτι γὰρ παρ' ὑμῖν οὔτε βασιλεύς, οὔτε κριτής· ἀλλὰ καὶ ἡ πόλις καὶ τὸ ἅγιον διεφθάρη. 122 ζακχαίος εἶπεν: Ἐπηγγείλω μοι λέγειν τὴν αἰτίαν, δι' ἣν τὴν ἐκ τῶν πατέρων περιτομὴν οὐ προσίεσθε: ἀθανάσιος: ὅτι ὁ θεὸς διαταξάμενος τοῖς πατράσιν τὴν περιτομὴν αὐτὸς εἶπεν· ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος· καὶ διαθήσομαι τῷ οἴκῳ ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς αἰγυπτίου· διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν· οὐκέτι γὰρ ἐν τῇ ἀκροβυστίᾳ νόμος, ἵνα μὴ ᾖ ἡ δόξα αὐτῶν ἐν τῇ αἰσχύνῃ ἀλλ' ἐν τῇ καρδίᾳ: 123 ζακχαίος εἶπε: Καὶ ὁ θεὸς ὁ ἐντειλάμενος τοῖς