1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

4

πλάττει· πανταχοῦ γὰρ ὂν τὸ θεῖον, καὶ τὸ ἔσω καὶ τὸ ἔξω ὡσαύτως ἔχει· ἔπειτα ὁ ἥλιος οὗτος ὁ ἡμεροφαής, καὶ ἐν σώμασι νεκροῖς γινόμενος, καὶ ἐν ἀκαθαρσίαις ἐπεκτεινόμενος οὐκ ἀδικεῖται, οὐ μιαίνεται. ἀλλὰ μᾶλλον ὠφελεῖ τὰ νεκρὰ καὶ δυσώδη, ξηραίνων αὐτά, καὶ ἀφανίζων τὴν δυσωδίαν. καὶ νομίζεις σὺ τὸ θεῖον μιαίνεσθαι· οὐχὶ δὲ μᾶλλον πιστεύεις· ὅτι ἁγιάζει τὴν μήτραν, ἀνοίγει τὰς πύλας τῆς γαστρός, πάντα ὁ τεχνίτης οἰκονομεῖ, διασώζει, τελεσιουργεῖ: 24 ζακχαίος εἶπε: Καὶ ἡ σοφία τοῦ θεοῦ, ἐπὶ γῆς ὤφθη; ἀθανάσιος εἶπε: Καὶ τί ξένον· ἀκούεις τοῦ ἱερεμίου λέγοντος· οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιςτήμης. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανε στράφη: 25 ζακχαίος εἶπεν: Οὐ γραφὴ ἐν τῷ ἱερεμίᾳ: ἀθανάσιος εἶπεν: Ἀνάγνωθι τὰς ἐπιστολὰς τοῦ βαρούχ, ἵνα γνῷς καὶ πεισθεὶς ὅτι γέγραπται: ζακχαίος εἶπεν: Οἶδα ὅτι ἐν αὐτῇ τῇ ἐπιστολῇ γέγραπται, ἀλλ' οὐκ ἐν τῷ ἱερεμίᾳ: ἀθανάσιος: Ἱερεμίας μετὰ τοῦ βαροὺχ καὶ τῶν θρήνων καὶ τῆς ἐπιστολῆς εἰς ἓν βιβλίον γράφεται· καὶ ἱερεμίας τὰ τέσσαρα ταῦτα βιβλία ἓν ὀνομάζεται: 26 ζακχαίος εἶπεν: Οὐδέπω ἔδειξας ὅτι καὶ χριστὸς ἐστὶν ἡ σοφία: ἀθανάσιος: Θέλω σε ὁδηγῆσαι ἐπὶ τῷ ἀναγνῶναι, ὅτι θεὸς ἐπηγγείλατο συναναστρέφεσθαι τοῖς ἀνθρώποις· καὶ οὕτως σε ὁδηγηθέντα ἐκ τῆς γραφῆς, ἐλθεῖν εἰς σύνεσιν: 27 ζακχαίος εἶπεν: Ἐπὶ γῆς ὤφθη ὁ θεός· καὶ συνανεστράφη τοῖς ἀνθρώποις ὅτε ἐν τῷ ναῷ τῷ ἁγίῳ ἐχρημάτιζε τοῖς προφήταις, καὶ τοῖς πατριάρχαις; ἀθανάσιος εἶπε: Μετὰ ταῦτα εἴρηται ἐπὶ τῆς γῆς ὤφθη· καὶ τοῖς ἀνθρώποις συνανεστράφη· δηλονότι μετὰ τὸν νόμον· καὶ ἔτι ὁμοίως εἴρηται παρὰ τῷ προφήτῃ ἡσαίᾳ· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὰς τρίβους τῶν ὁδῶν ὑμῶν ταράττουσιν· ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος. καὶ στήσει τὸν λαὸν εἰς κρίσιν· αὐτὸς κύριος εἰς κρίσιν ἥξει, μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ· ὑμεῖς δέ, τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου: 28 ζακχαίος εἶπε: ∆εῖξον ὅτι ἀπὸ γυναικὸς ἐγεννήθη: ἀθανάσιος: Πιστεύεις ἡσαίᾳ τῷ προφήτῃ; ζακχαίος εἶπε: Ναί: ἀθανάσιος: Ἄκουσον αὐτοῦ λέγοντος· καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱός, καὶ ἐδόθη ἡμῖν. οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος· θαυμαστὸς σύμβουλος· θεὸς ἰσχυρὸς ἐξουσιαστής· ἄρχων εἰρήνης· πατὴρ τοῦ μέλλοντος αἰῶνος: 29 ζακχαίος εἶπε: Καθὼς οὖν λέγεις, ἡ σοφία τοῦ θεοῦ ἀπέθανεν; ἀθανάσιος: Ἐὰν σοὶ μὴ ἀναγνῶ ὅτι θέλων ἀπέθανεν, καταγίνωσκέ μου ὡς ἀμαθοῦς· ἐὰν δὲ ἀναγνῷς, φοβήθητι καταγελῶν· μὴ εὑρεθῇς ἐν ἡμέρᾳ κρίσεως καὶ εἴπῃς· ὅτι οὗτός ἐστιν ὃν ἔσχομεν εἰς καταγέλωτα: ζακχαίος εἶπε: ∆εῖξον ἀπὸ τῶν γραφῶν καὶ πείθομαι: 30 ἀθανάσιος: Τέως ὁμολόγησον ὅτι ὁ θεὸς ἐτέχθη ἐπὶ τῆς γῆς· καὶ οὗτός ἐστιν ὁ ἐμμανουήλ, περὶ οὗ εἶπεν ὁ προφήτης ἡσαίας: ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός· ἵνα σε εἰς τοῦτο προκόψαντα πείσω· ὅτι θέλων ἀπέθανεν ὑπὲρ πάντων ἡμῶν: 31 ζακχαίος εἶπε: Πᾶς γὰρ ἄνθρωπος δίκαιος οὔκ ἐστι θεός: ἀθανάσιος: Ἀλλ' οὐδεὶς ἐμμανουήλ, οὐδεὶς ἐκ παρθένου: ζακχαίος εἶπεν: Ἔχεις γὰρ πεῖσαί με ὅτι παρθένος οὖσα ἐγέννησεν ἡ μαρία; ἀθανάσιος εἶπεν: Ὁ προφήτης εἶπεν· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός: 32 ζακχαίος εἶπεν: Ἰδοὺ ἡ νεᾶνις εἴρηται καὶ οὐχ ἡ παρθένος: ἀθανάσιος: Καὶ ποῖον σημεῖον νεάνιδα μὴ παρθένον ἐξ ἀνδρὸς συλλαβοῦσαν τεκεῖν, τοῦ θεοῦ λέγοντος· αἴτησαι σημεῖον εἰς βάθος ἢ εἰς ὕψος· καὶ τοῦ προφήτου εἰρηκότος· οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον· καὶ διὰ τοῦτο ἐπαγαγόντος· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο αὐτὸς κύριος δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ