1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

7

ζητεῖται σοφός, ὁ δυνάμενος νοῆσαι ὅτι πνεῦμα ἅγιον μίξιν σωματικὴν οὐκ ἔχει: ζακχαίος εἶπε: Σὺ εἶπας ἐκ πνεύματος ἁγίου καὶ μαρίας τῆς παρθένου γεγέννηται: ἀθανάσιος: Ἀλλ' οὐ κατὰ μίξιν, ἀλλὰ κατὰ δημιουργίαν. ὡς γὰρ ὁ πρῶτος ἄνθρωπος ἐκ θεοῦ, καὶ τῆς γῆς· οὐ κατὰ μίξιν, ἀλλὰ κατὰ δημιουργίαν· οὕτως ἄκουε καὶ χριστὸν ἐκ πνεύματος ἁγίου καὶ μαρίας τῆς παρθένου: 46 ζακχαίος εἶπε: ∆ιά τί οὖν αὐτὸν καὶ χριστὸν λέγετε. τὸν μὴ βασιλεύσαντα, μηδὲ χρισθέντα παρὰ μηδενὸς τῶν προφητῶν; ἀθανάσιος: Ἐδιδάχθης ἀπὸ τῶν προφητῶν ὅτι δύναμις, καὶ λόγος, καὶ σοφία, καὶ βραχίων, καὶ παιδίον, καὶ ἄνθρωπος λέγεται· καὶ ἔστι μαθεῖν, ὅτι καὶ ἄρχων, καὶ βασιλεύς, καὶ χριστός, καὶ ἱερεύς, καὶ προφήτης ἐστιν· τὰ γὰρ πάντα τοῖς ἅπασιν ἐγένετο. ἵνα πάντας σώσῃ μένων θεός, οὐ τραπεὶς τὴν φύσιν: ζακχαίος εἶπεν: Πῶς δύνῃ μοι δεῖξαι; 47 ἀθανάσιος: Τέως ὅτι ἄρχων καὶ ἡγούμενος, ἄκουε τοῦ μωυσέως γράφοντος, τὰς τοῦ Ἰακὼβ εὐλογίας καὶ λέγοντος· οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα· καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ· ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. καὶ βλέπε ποία ἦν ἡ προφητεία· ὅτι αὐτὸς ὁ ἰακὼβ ἀποθνήσκων ἐκάλεσε τοὺς υἱοὺς αὐτοῦ λέγων· συνάχθητε ἀναγγείλω ὑμῖν τί ἀπαντήσει ἐπ' ἐσχάτου τῶν ἡμερῶν· συνάχθητε ἵνα ἀναγγείλω ὑμῖν. υἱοὶ ἰακὼβ ἀκούσατε ἰσραὴλ τοῦ πατρὸς ὑμῶν. καὶ συναχθέντων αὐτῶν, τὸν ἰούδαν εὐλογεῖ τῇ προειρημένῃ εὐλογίᾳ. καὶ τὸν ἰωσὴφ βασιλεύοντα δοῦλον ποιεῖ τοῦ ἰούδα, λέγων αὐτῷ· καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. ὅτι οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται. καὶ αὐτὸς προσδοκία ἐθνῶν: 48 ζακχαίος: Περὶ τοῦ δαυὶδ εἶπεν, ὅτι ἔμελλε μετὰ γενεὰς ἐξ ἰούδα γεννᾶσθαι: ἀθανάσιος: Καίτοι δὲ ἀπὸ τοῦ δαυὶδ ηὔξησαν οἱ ἄρχοντες. ἡ δὲ προφητεία λέγει, ἕως τότε εἶναι τοὺς ἄρχοντας τοῦ ἰουδαίων ἔθνους, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. ὁ γὰρ δαυὶδ ὑμῶν ἐγένετο προσδοκία τῶν ἰουδαίων, καὶ οὐχ ἡμῶν τῶν ἐθνῶν: 49 ζακχαίος εἶπε: Καὶ γὰρ καὶ τὰ ἔθνη λέγεις καλεῖσθαι εἰς ζωὴν ἃ ἀπηγόρευσεν ὁ θεός; ἀθανάσιος: Ἤκουσας ἐν δευτέρῳ ψαλμῷ προφητικῶς λέγοντος τοῦ δαυίδ· κύριος εἶπε πρός με· υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς: 50 ζακχαίος εἶπε: Περὶ αὐτοῦ ἔλεγε δαυίδ· κύριος εἶπε πρός με· υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. μὴ γὰρ περὶ χριστοῦ; ἀθανάσιος: Καὶ πότε τὰ ἔθνη ἐκληρονόμησε δαυίδ; ζακχαίος εἶπε: Τὰ ἔθνη λέγει τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ: ἀθανάσιος: Καὶ τὰ πέρατα τῆς γῆς, πότε κατέσχε δαυίδ; 51 ζακχαίος εἶπεν: Ὁ γὰρ χριστὸς τὰ πέρατα τῆς γῆς κατέσχεν; ἀθανάσιος: Μάθε ὅτι ἐν αἰγύπτῳ πάσῃ· καὶ ἐν παλαιστίνῃ· καὶ ἐν φοινίκῃ· ἐν συρίᾳ· ἐν κιλικίᾳ· ἐν καπποδοκίᾳ· ἐν πόντῳ· ἐν ἀρμενίᾳ· ἐν σκυθίᾳ· καὶ καθάπαξ ἐν ὅλῃ τῇ οἰκουμένῃ τὸν χριστὸν ἐπιγραφόμεθα καὶ ἐπικαλούμεθα βασιλέα: 52 ζακχαίος εἶπε: Καὶ ἐν αἰγύπτῳ βασιλέα λέγεις τὸν χριστόν, τοῖς ἀποκηρυχθεῖσιν ἀπὸ τοῦ θεοῦ; καὶ πῶς δύναται ἐκ τοῦ θεοῦ εἶναι ὁ χριστός, καί, ὡς λέγεις σύ, υἱὸς τοῦ θεοῦ, τοῦ αἰτιωμένου τοὺς πατέρας ἡμῶν, διότι τῇ ὁδῷ αἰγύπτου ἐπορεύοντο; ἢ οὐκ ἤκουσας αὐτοῦ λέγοντος τοῦ προφήτου· τί σοι καὶ τῇ ὁδῷ αἰγύπτου, τοῦ πιεῖν ὕδωρ γαιῶν; 53 ἀθανάσιος: Μιμεῖσθαι ἡμᾶς οὐ θέλει τοὺς αἰγυπτίους· σώζεσθαι δὲ αὐτοὺς βούλεται, καὶ πρὸς θεοσέβειαν ἔρχεσθαι· ἐπειδὴ καὶ πᾶν ἔθνος· ἀμέλει, ἄκουε τοῦ προφήτου λέγοντος· καὶ ἔσται ὅσοι ἂν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν, τῶν ἐλθόντων ἐπὶ ἱερουσαλήμ. καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται ὅσοι μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς ἱερουσαλὴμ τοῦ προσ κυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ αὐτοὶ ἐκεῖνοι προστεθή σονται· ἐὰν δὲ φυλὴ αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις ἣν πατάξει κύριος πάντα τὰ ἔθνη ὅσα ἂν μὴ ἀναβῇ τοῦ