1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

σοφούς· καὶ γνοὺς τοῦτο τὸ πρᾶγμα τοῦ βασιλέως ὁ δανιήλ, ἠξίωσε δοθῆναι αὐτῷ τῶν τριῶν ἡμερῶν προθεσμίαν. καὶ λαβὼν παρὰ τοῦ βασιλέως, εἰσελθὼν εἰς τὸν οἶκον αὐτοῦ· ἐδεήθη τοῦ κυρίου, καὶ ἀπεκα λύφθη αὐτῷ τὸ ἐνύπνιον ὃ εἶδεν ὁ βασιλεύς, καὶ τὸ σύγκριμα αὐτοῦ· ἦν δὲ τὸ ἐνύπνιον τοῦτο. εἰκών, ἧς ἡ πρόσοψις ὑπερφερής· ἡ ὅρασις αὐτῆς φοβερά· ἡ κεφαλὴ χρυσίου καθαροῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ· ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ· αἱ κνῆμαι σιδηραῖ· οἱ πόδες μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον· ἐθεώρει ἕως ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν· καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους· καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος· τότε ἐλεπτύνθησαν εἰς ἅπαξ, τὸ ὄστρακον, ὁ σίδηρος, καὶ ὁ χαλκός· ὁ ἄργυρος καὶ ὁ χρυσός· καὶ ἐγένετο ὡσεὶ κονιορτός, ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος· καὶ τόπος οὐκ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα, ἐγεννήθη ὄρος μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν· τοῦτο οὖν τὸ ἐνύπνιον τοῦ βασιλέως· καὶ ἑρμηνεύει δανιὴλ τὸ ἐνύπνιον· ἦν δὲ διάφορον εἰκόνα λέγων, διαφόρους βασιλειάς, καὶ τὸν λίθον βασιλείαν· ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθα ρήσεται. ἔστι δὲ αὕτη ἡ χριστοῦ βασιλεία λίθῳ παρεικασθεῖσα, διὰ τὸ προσκόψαι ἐν αὐτῇ τοὺς πατέρας ὑμῶν: 115 ζακχαίος: Νῦν ἀκούω ὅτι ὁ χριστὸς ὑμῶν λίθῳ παρείκασται: ἀθανάσιος: Ἀεὶ τὰ ἀφανῆ καὶ ἀόρατα, διὰ παραβολῶν φανερῶν ἀναγινώσκονται· ἢ οὐκ ἤκουσας τοῦ θεοῦ διὰ τοῦ προφήτου λέγοντος· καὶ ἔσομαι ὡσεὶ πάνθηρ τῷ ἐφραὶμ καὶ ὡσεὶ πάρδαλις τῷ οἴκῳ ἰούδα· καὶ ἐν ἄλλῳ· καὶ ἀπαντήσω αὐτοῖς ὡς ἄρκος ἀπορουμένη· ἄρα ἄρκῳ καὶ τοῖς ἄλλοις ζώοις παραβαλλόμενον τὸ θεῖον ὑβρίζεται; 116 ζακχαίος εἶπε: Μὴ γὰρ ἀληθῶς ἄρκος ἐγένετο ὁ θεός; διὰ τὸ φοβερὸν λέγει: ἀθανάσιος: Οὕτως διὰ τοὺς πολλοὺς προσκόψαι, κατ' ἐπίνοιαν εἰς τὸν χριστόν, λίθος ἐκλήθη· ἄκουε δὲ καὶ ἄλλης προφητείας εἰς τὸν χριστὸν ἐκ τοῦ αὐτοῦ προφήτου· ἐθεώρουν φησὶ καὶ τέσσαρα θηρία μεγάλα· ἀνέβαινον ἐκ τῆς θαλάσσας, διαφέροντα ἀλλήλων· τὸ πρῶτον ὡσεὶ λέαινα, ἔχουσα πτερὰ καὶ τὰ πτερὰ αὐτῆς ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετείλοι τὰ πτερὰ αὐτῆς· καὶ ἐξήρθη ἀπὸ τῆς γῆς· καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη· καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη· καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς· καὶ οὕτως ἔλεγον αὐτῇ· ἀνάστηθι καὶ φάγε σάρκας πολλάς· ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδού, θηρίον ὡσεὶ πάρδαλις· καὶ αὐτὴ πτερὰ τέσσαρα, πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ· καὶ ἐξουσία ἐδόθη αὐτῇ. ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ τέταρτον θηρίον φοβερὸν καὶ ἔκθαμβον, καὶ ἰσχυρὸν περισσῶς· [οἱ ὀδόντες αὐτοῦ σιδηροῖ· ἐσθίων· λεπτύνων καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει καὶ αὐτὸ ἰσχυρὸν περισσῶς] παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ δέκα κέρατα αὐτῷ· προενόουν τοῖς κέρασιν αὐτοῦ· καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν· καὶ τρία κέρατα αὐτοῦ τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡς ὁ ὀφθαλμὸς ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα· ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο· καὶ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· καὶ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ· καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν. ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος· καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ προσηνέχθη αὐτῷ· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμή, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ, οὐ διαφθαρήσεται· ἔφριξε τὸ πνεῦμά μου,