1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

6

τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα. καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ πάντας τοὺς ἀνθρώπους· ἐὰν δὲ λέγῃ καὶ ὁ δαυίδ· ὤρυξαν χεῖράς μου καὶ πόδας μου. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς· καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, πῶς οὐ νοεῖς τὸν σταυρόν; 39 ζακχαίος εἶπεν: Οὐδὲ οὕτως θανάτου ἐμνήσθης: ἀθανάσιος: Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψεν τὸ πρόσωπον· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείρον τος αὐτὸν ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται· ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. ὅτι ἀνομίαν οὐκ ἐποίησεν· οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ: καὶ βούλεται κύριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς. καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς· καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήσει. διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν. καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. 40 ζακχαίος εἶπεν: Ὅλα ἃ εἴρηκας, περὶ ἀνθρώπου εἴρηκας εἰρηκέναι τὸν προφήτην: ἀθανάσιος: Περὶ βραχίονος κυρίου γενομένου, βραχίονα θεοῦ ἀκούων, δύναμιν θεοῦ νοεῖ· οὐ γὰρ ἐκ μελῶν σύγκειται τὸ θεῖον: ζακχαίος εἶπεν: Ἤκουσα αὐτοῦ λέγοντος· ἄνθρωπος ἐν τιμῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν: ἀθανάσιος: Φαίνῃ μοι μὴ προσέχων τοῖς εἰρημένοις. ἤκουσας αὐτοῦ λέγοντος· Κύριε τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν. καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον: 41 ζακχαίος εἶπεν: Ὁ βραχίων κυρίου, ἣν λέγεις δύναμιν, ἐτράπη καὶ ἐγένετο παιδίον; ἀθανάσιος: Οὐκ ἐτράπη, μὴ γένοιτο· ἀλλὰ λαβὼν σάρκα, καὶ ὡς ἐν ναῷ τῇ σαρκὶ οὖσα ἡ δύναμις ἐγένετο ἄνθρωπος· κατὰ σάρκα μὲν οὖσα ἄνθρωπος, ὢν δὲ θεὸς κατὰ πνεῦμα. καὶ ὡς μὲν ἄνθρωπος, ἐπὶ σφαγὴν ἤγετο· ὡς δὲ θεὸς ἐλάμβανε τὴν ἁμαρτίαν τοῦ κόσμου. διὰ γὰρ τοῦτο καὶ αὐτὸς κληρονομήσει πολλούς· καὶ τῶν ἰσχυρῶν δαιμόνων διεμέρισε τὰ σκῦλα λαβών· οὓς ἐκ πολλοῦ σκυλεύσαντες ἦσαν ἀνθρώπους. ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη quia inter duos latrones suspensus quasi impius reputatus est τοῦ νόμου λέγοντος· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου: 42 ζακχαίος εἶπεν: Ἴδε οὖν ἐπικατάρατός ἐστιν: ἀθανάσιος: ∆ιὰ τοῦτο δοθήσονται οἱ πονηροὶ ἀντὶ τοῦ θανάτου αὐτοῦ· καὶ οἱ πλούσιοι, ἀντὶ τῆς ταφῆς αὐτοῦ· ὅτι μετὰ τῶν ἀνόμων αὐτὸν ἐλογίσαντο: 43 ζακχαίος εἶπεν: Ὡς ὁ προφήτης λέγει· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται· ἐγὼ δὲ ἰησοῦ λέγω τὴν γενεάν· υἱὸς γὰρ ἦν τοῦ ἰωσήφ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἰάκωβ καὶ ἰωσή, καὶ ἰούδας, καὶ σίμων. καὶ ἡ μήτηρ μαρία: 44 ἀθανάσιος: ∆ιὰ τοῦτο εἶπεν ὁ προφήτης· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἐὰν μή τις ᾖ σοφός, οὐ δύναται γνῶναι, ὅτι ἐκ πνεύματος ἁγίου καὶ μαρίας τῆς παρθένου γεγέννηται: 45 ζακχαίος εἶπε: Τὸ πνεῦμα τὸ ἅγιον ἀντὶ ἀνδρὸς ἐμίγη τῇ μαρίᾳ; ἀθανάσιος: Ὁρᾷς ὅτι