1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

6

καὶ εκτεινάν τινας ἐπὶ ἀσεβείᾳ καὶ ἐγκλήμασιν μεγίστοις. Τούτων ὀρθῶς ὁμολογουμένων, τὸν κατὰ παράβασιν νόμου αιτιον ἀναιρέσεως ἀνθρώπου γενόμενον φόνων καὶ αἱμάτων ανδρα λεκτέον. καὶ τὸ δόλιον δὲ εὐλόγως συνέζευκται τούτῳ· πῶς γὰρ ὁ σὺν δόλῳ φονικῶς αιματα ἀνθρώπων ἐκχέων οὐ βδελυκτὸς κυρίῳ; 27Ps 5,9a Πῶς δὲ ὁδηγεῖταί τις τῇ τοῦ θεοῦ δικαιοσύνῃ, ἐξεταστέον. μήπωτ' ουν ὁ κατὰ τὴν τοῦ θεοῦ δικαιοσύνην (αυτη δέ ἐστιν ἡ γνησία ἀρετή) προκόπτων ἑπόμενος θεῷ κατὰ τὸ ̓Οπίσω κυρίου, τοῦ θεοῦ σου, πορεύσῃ, ὁδηγεῖται ὑπὸ τοῦ χορηγοῦντος τὴν ἀρετήν, αὐτοῦ τοῦ θεοῦ δηλονότι. 28Ps 5,11 Καὶ ἐπεὶ ἀνθρώπινον τὸ Παρεπίκραναν, σκοπητέον πῶς ἐκλαβεῖν αὐτὸ δεῖ περὶ θεοῦ εἰρημένον. ὁ θεὸς ἀναλλοίωτος καὶ ατρεπτος ὑπάρχων ἀπαθής ἐστιν, πάθεσιν δοκῶν περιβάλλεσθαι οτ' αν ἡμεῖς πάθη εχωμεν· τὰ γὰρ ἡμέτερα ὡς ἐκείνῳ ἐγγιζόμενα νομίζεται, οιον ἡ λήθη, ην εχομεν περὶ αὐτοῦ, ὑπολαμβάνεται αὐτοῦ ειναι. περὶ ἡμῶν γοῦν ειπεν ̓Επελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. ομοιον τῷ ῥητῷ τούτῳ τὸ γραφόμενον ὑπὸ Παύλου Ει τις ἀγνοεῖ, ἀγνοεῖται· δῆλον οτι ὑπὸ τοῦ εἰπόντος πρὸς τοὺς φαύλους ̓Αποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐδέποτε ὑμᾶς εγνων. ὡς ουν ταῦτα ὁ παραπικραίνων ἑαυτοῦ τὸ ηθος διὰ τῆς πικροτάτης κακίας ἀντάξια πάσχων, ων εδρασεν, οιεται τὸν θεὸν κατ' αὐτοῦ πικράζεσθαι. ειπεν γοῦν τοῦτ' αὐτὸ ψυχὴ δίκῃ ὑποπεσοῦσα ψήφῳ θεοῦ δι' ἁμαρτήματα ̓Εγὼ παραπικραίνουσα παρεπικράνθην· οθεν καὶ συνορῶσα τὴν τοῦ κρίματος ἀκολουθίαν ειπεν ∆ίκαιός ἐστιν ὁ κύριος, οτι τὸ στόμα αὐτοῦ παρεπίκρανα. 29 Ps 5,12ab Οἱ ἐλπίζοντες ἐπὶ σὲ πάντες εὐφρανθήσονται, τῶν ἐπιβουλευόντων αὐτοῖς καταλυθέντων. εστιν δὲ τῶν ἐλπιζόντων ἐπὶ σὲ εὐφροσύνη οὐκ ὀλιγοχρόνιος οὐδὲ πρόσκαιρος· οθεν Εἰς αἰῶνα ἀγαλλιάσονται, σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς. πῶς γὰρ οὐκ ἀεὶ ἀγαλλίασιν εξει ῳ θεὸς πάρεστιν κατασκηνῶν ὡς ἐν ἰδίῳ ναῷ; ὡς γὰρ τὸ μακρύνεσθαι θεοῦ, αἰχμαλωτιζούσης τῆς ἁμαρτίας, θρήνων καὶ ὀλοφυρμῶν ἐπάξιον, ουτως οἰκεῖον ἀγαλλιᾶν τοῖς θεὸν ἐν ἑαυτοῖς εχουσιν ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα. 30 Ps 5,12ab 30 ̔Ρηθείη τὰ προκείμενα καὶ περὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, εὐφρανθέντων πάντων τῶν καραδοκούντων αὐτοῦ τὴν ἐνανθρώπησιν· ἠλπίζετο γὰρ αυτη τοῖς προφήταις καὶ τοῖς νοοῦσι τὰς προφητείας. ἐπεδήμησεν γὰρ ὁ θεὸς λόγος σὰρξ γεγονὼς προσλήψει σαρκός, ινα σκηνώσῃ ἐν τοῖς πιστεύουσιν αὐτῷ· ̔Ο λόγος γάρ φησιν σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. ουτω σκηνώσαντος αὐτοῦ Εἰς αἰῶνα ἀγαλλιάσονται οἱ ὑποδεξάμενοι αὐτὸν ἐν ἑαυτοῖς· οψονται γὰρ τοῦ σκηνώσαντος ἐν αὐτοῖς διὰ σαρκὸς λόγου τὴν ∆όξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας, οἱ τοῦ χρόνου τούτου εἰς αἰῶνα ἀγαλλιώμενοι εργῳ θεασάμενοι τὴν ὡς μονογενοῦς πατρὸς δόξαν, οι φασιν· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, εχοντες θεωρίαν τῆς δόξης αὐτοῦ καθ' ην μονογενὴς παρὰ πατρός ἐστιν. Ps 5,13b Οπλον καὶ στέφανος ὁ σταυρός· οπλον διὰ τοὺς πολεμοῦντας, στέφανος διὰ τοὺς νικῶντας. καὶ πάλιν· οπλον διὰ τοὺς στρατιῶτας, στέφανος διὰ τοὺς βασιλεύοντας.

31Ps 6,1 Θειοτέραν δὲ νόησιν εχων ἐν υμνοις ἐμπεριέχεται καὶ αὐτὸς

τοιοῦτος· ᾳδεται δὲ καὶ ουτος Εἰς τὸ τέλος τῷ τελεώτατα ειναι τὰ περὶ τῆς ὀγδοῆς θεωρήματα. θεωρητέον δὲ τίς ἡ πνευματικὴ περιτομὴ ην ὁ εχων θεῷ περιτέμνεται, τοῦ κατὰ σάρκα περιτεμνομένου οὐ πάντως τοῦτο εχοντος. φησὶ γοῦν ὁ προφήτης πρὸς τοὺς σπουδάζοντας περὶ τὴν κατὰ σάρκα μόνον Περιτμήθητε τῷ θεῷ ὑμῶν καὶ μὴ περιτέμνεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν· καὶ ετι ὁ αὐτὸς προφήτης· Πάντα τὰ εθνη ἀπερίτμητα σαρκί, ὁ δὲ οικος ̓Ισραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν.