21
ἀποδείξεως τὸ εἶδος περιστρέφουσιν οἱ προφῆται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ πρὸς τὴν τῶν εἰδώλων ἀγωνιζόμενοι δόξαν. Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· καὶ πάλιν· Ἐγὼ τῇ χειρί μου ἐξέτεινα τὸν οὐρανόν· καὶ δεικνὺς θεότητος εἶναι δηλωτικὸν, πανταχοῦ αὐτὸ τίθησιν. Αὐτὸς δὲ ὁ εὐαγγελιστὴς οὐδὲ τούτοις ἠρκέσθη τοῖς ῥήμασιν, ἀλλὰ καὶ ζωὴν αὐτὸν ἐκάλεσε καὶ φῶς. Εἰ τοίνυν ἀεὶ μετὰ τοῦ Πατρὸς ἦν, εἰ πάντα αὐτὸς ἐδημιούργησε, εἰ πάντα αὐτὸς παρήγαγε καὶ συγκροτεῖ (τοῦτο γὰρ διὰ τῆς ζωῆς ᾐνίξατο), εἰ πάντα φωτίζει· τίς οὕτως ἀνόητος, ὡς εἰπεῖν, τὸν εὐαγγελιστὴν διὰ τούτων ἐσπουδακέναι ἐλάττωσιν θεότητος εἰσηγήσασθαι, δι' ὧν μάλιστα ἰσότητα καὶ ἀπαραλλαξίαν ἐνδείξασθαι δυνατόν ἐστι; Μὴ δὴ συγχέωμεν τὴν κτίσιν μετὰ τοῦ κτίσαντος, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Εἰ γὰρ καὶ περὶ οὐρανῶν λέγοιεν τοῦτο εἰρῆσθαι, ἀλλ' ὅμως ἐν τῷ περὶ τούτων λόγῳ παντελῶς ἀπεῖπε τὸ μὴ δεῖν κτίσει λατρεύειν, ὡς Ἑλληνικὸν ὄν. δʹ. Μὴ τοίνυν ταύτῃ ὑποβάλωμεν αὐτοὺς τῇ ἀρᾷ. ∆ιὰ τοῦτο ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα ταύτης ἡμᾶς ἀπαλλάξῃ τῆς λατρείας· διὰ τοῦτο δούλου μορφὴν ἔλαβεν, ἵνα τῆς δουλείας ἐλευθερώσῃ ταύτης· διὰ τοῦτο ἐνεπτύσθη, διὰ τοῦτο ἐῤῥαπίσθη, διὰ τοῦτο θάνατον ὑπέμεινε τὸν ἐπονείδιστον. Μὴ δὴ ταῦτα πάντα ἀνόνητα ποιῶμεν, μηδὲ πάλιν ἐπὶ τὴν προτέραν ἐπανερχώμεθα ἀσέβειαν, μᾶλλον δὲ ἐπὶ πολλῷ χαλεπωτέραν. Οὐ γάρ ἐστιν ἴσον τῇ κτίσει λατρεύειν, καὶ αὐτὸν τὸν ∆ημιουργὸν εἰς κτίσεως κατάγειν εὐτέλειαν, τό γε εἰς ἡμᾶς ἧκον. Αὐτὸς γὰρ μένει τοιοῦτος ὢν οἷός ἐστι. Σὺ γὰρ ὁ αὐτὸς εἶ, φησὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. ∆οξάζωμεν οὖν αὐτὸν, ὥσπερ παρελάβομεν παρὰ τῶν πατέρων· δοξάζωμεν αὐτὸν, καὶ διὰ πίστεως καὶ δι' ἔργων. Οὐδὲν γὰρ ὄφελος ἡμῖν εἰς σωτηρίαν δογμάτων ὑγιῶν, διεφθαρμένης ἡμῖν τῆς ζωῆς. ∆ιὸ ῥυθμίσωμεν αὐτὴν πρὸς τὸ τῷ Θεῷ δοκοῦν, αἰσχρότητος ἁπάσης, ἀδικίας, πλεονεξίας πόῤῥω καθιστῶντες ἑαυτοὺς, ὡς ξένοι καὶ παρεπίδημοι, καὶ τῶν ἐνταῦθα ἀλλότριοι. Κἂν χρήματά τις ἔχῃ πολλὰ καὶ κτήματα, οὕτως αὐτοῖς κεχρήσθω, ὡς πάροικος καὶ μικρὸν ὕστερον αὐτῶν ἀποστησόμενος καὶ ἑκὼν καὶ ἄκων. Κἂν ἠδικημένος τις ᾖ παρά τινος, μὴ ἀθάνατα ὀργιζέσθω, μᾶλλον δὲ μηδὲ πρόσκαιρα. Μιᾶς γὰρ ἡμῖν πλέον οὐκ ἔδωκεν ὁ Ἀπόστολος ἡμέρας τῇ ὀργῇ καταχρήσασθαι· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Καὶ εἰκότως· ἀγαπητὸν γὰρ καὶ ἐν οὕτω βραχεῖ καιρῷ μηδὲν γενέσθαι ἀηδές. Εἰ δὲ καὶ ἡ νὺξ καταλάβοι, δεινότερα γίνεται τὰ γεγενημένα, μυρίου πυ 59.51 ρὸς ἀπὸ τῆς μνήμης ἡμῖν συλλεγομένου, καὶ κατὰ σχολὴν πικρότερον ἡμῶν ἐξεταζόντων αὐτά. Πρὶν οὖν τῆς ὀλεθρίας ταύτης ἐπιλαβέσθαι σχολῆς, καὶ σφοδροτέραν ἀνάψαι τὴν πυρὰν, κελεύει προκαταλαμβάνειν καὶ σβεννύναι τὸ δεινόν. Ὀξὺ γὰρ τὸ πάθος ἐστὶ τῆς ὀργῆς, καὶ φλογὸς ἁπάσης ὀξύτερον. ∆ιὸ πολλοῦ δεῖ τοῦ τάχους ἡμῖν εἰς τὸ προκαταλαβεῖν τὴν φλόγα, καὶ μὴ συγχωρῆσαι πρὸς ὕψος ἀρθῆναι. Καὶ γὰρ πολλῶν οὕτως αἴτιον γίνεται κακῶν τὸ νόσημα τοῦτο. Οἰκίας γοῦν ὁλοκλήρους ἀνέτρεψε, καὶ συνηθείας ἀρχαίας διέλυσε, καὶ τραγῳδίας ἀπαραμυθήτους εἰργάσατο ἐν βραχεῖ καὶ ἀκαριαίῳ χρόνῳ. Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ, φησί. Μὴ τοίνυν ἀχαλίνωτον ἐῶμεν τὸ θηρίον, ἀλλὰ κημὸν αὐτῷ πάντοθεν σφοδρὸν, τοῦ δικαστηρίου τοῦ μέλλοντος τὸν φόβον, ἐμβάλλωμεν. Ὅταν σε λυπήσῃ φίλος ἢ καὶ παροξύνῃ τις τῶν οἰκείων, ἐννόησον τὰ ἡμαρτημένα σοι εἰς Θεὸν, καὶ ὅτι τῇ πρὸς ἐκεῖνον ἐπιεικείᾳ πραότερον σαυτῷ καθιστᾷς τὸ δικαστήριον ἐκεῖνο· Ἄφετε γὰρ, φησὶ, καὶ ἀφεθήσεται ὑμῖν· καὶ ταχέως δραπετεύσει τὸ πάθος Πρὸς τούτοις κἀκεῖνο σκόπησον, εἴποτε εἰς ἀγριότητα ἐξενεχθεὶς ἐκράτησας σαυτοῦ, καὶ εἴποτε παρεσύρης ὑπὸ τοῦ πάθους, καὶ ἀμφοτέρους παράβαλε τοὺς καιροὺς, καὶ ἐντεῦθεν πολλὴν λήψῃ διόρθωσιν. Εἰπὲ γάρ μοι· πότε σαυτὸν ἐπῄνεσας, ἡνίκα ἡττήθης, ἢ ὅτε ἐκράτησας; Οὐχὶ τότε σφοδρῶς μὲν ἐγκαλοῦμεν ἑαυτοῖς καὶ αἰσχυνόμεθα, καὶ μηδενὸς ἐλέγχοντος ἡμᾶς, καὶ πολὺ τὸ