1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

3

περιφερόμεναι, κραυγή τε σφοδρὰ καὶ τῇ βιαίᾳ τοῦ πνεύματος ὠθήσει τὸ ἄσημον ἔχουσα; Οὐχὶ τὰ μὲν αὐτῶν τῶν ἐν ταῖς τριόδοις ἑταιριζομένων γυναικῶν, τὰ δὲ τῶν ἐν τοῖς θεάτροις φωνούντων ἐστὶν ἔργα; Πῶς οὖν τολμᾷς τῇ ἀγγελικῇ ταύτῃ δοξολογίᾳ τὰ τῶν δαιμόνων ἀναμιγνύειν παίγνια; πῶς δὲ οὐκ αἰδῇ ταύτην τὴν φωνήν, ἣν ἐκφέρεις, "∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, λέγων, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ"; Τοῦτό ἐστιν, ἐν φόβῳ δουλεύειν, τὸ διακεχῦσθαί τε καὶ συντείνεσθαι καὶ μηδὲ σεαυτὸν ἐπίστασθαι περὶ τίνων διαλέγῃ τῇ ἀτάκτῳ τῆς φωνῆς ἐνηχήσει; Τοῦτο καταφρονήσεώς ἐστιν, οὐ φόβου, ἀλαζονείας, οὐ ταπεινώσεως· τοῦτο παιζόντων μᾶλλον ἢ δοξολογούντων. Τί οὖν ἐστι τὸ δουλεύειν τῷ Κυρίῳ ἐν φόβῳ; Τὸ πᾶσαν ἐντολὴν ἀποπληροῦντας φόβῳ καὶ συστολῇ ταύτην κατεργάζεσθαι, τὸ συντετριμμένῃ καρδίᾳ καὶ τεταπεινωμένῳ νοῒ τὰς ἱκεσίας προβάλλεσθαι. Καὶ οὐ μόνον δουλεύειν ἐν φόβῳ, ἀλλὰ καὶ ἀγαλλιᾶσθαι ἐν τρόμῳ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου παρακελεύεται. Ἐπειδὴ γὰρ ἡ τῆς ἐντολῆς πλήρωσις χαρὰν εἴωθεν ἐμποιεῖν τῷ τὴν ἀρετὴν ἀσκοῦντι, καὶ ταύτην, φησί, τρόμῳ καὶ δέει ποιεῖσθαι προσήκει, ἵνα μὴ τῇ ἀφοβίᾳ συγχεόμενοι, τούς τε πόνους ζημιωθῶμεν καὶ τὸν Θεὸν παροξύνωμεν. Πῶς δὲ ἔσται, φησίν, ἀγάλλεσθαι ἐν τρόμῳ; Καὶ γὰρ οὐδὲ δυνατὸν κατὰ ταὐτὸν τὰ δύο συμβαίνειν, πολλῆς οὔσης τῆς μεταξὺ αὐτῶν διαφορᾶς. Χαρὰ γάρ ἐστι καταθυμίων πλήρωσις καὶ ἡδέων ἀπόλαυσις καὶ ἀνιαρῶν λήθη· φόβος δὲ ἐλπιζομένων κακῶν ἐπίτασις, ἐπὶ κατεγνωσμένῳ συνιστάμενος συνειδότι. Πῶς οὖν ἔστιν ἀγάλλεσθαι ἐν φόβῳ, καὶ οὐχ ἁπλῶς ἐν φόβῳ, ἀλλ' ἐν τρόμῳ, ὅπερ ἐπίτασίς ἐστι τοῦ φόβου καὶ πολλῆς ἀγωνίας σημεῖον; πῶς δέ, φησί, τοῦτο γενήσεται; Αὐτά σε τὰ Σεραφὶμ διδάσκουσιν ἔργῳ, τὴν τοιαύτην ἀποπληροῦντα διακονίαν. Καὶ γὰρ ἐκεῖνα τῆς ἀφάτου δόξης ἀπολαύοντα τοῦ κτίστου καὶ τὸ ἀμήχανον ἐνοπτριζόμενα κάλλος· οὐ λέγω αὐτὸ ἐκεῖνο, ὅπερ ἐστὶ τῇ φύσει (ἀκατανόητον γὰρ τοῦτο καὶ ἀθεώρητον καὶ ἀσχημάτιστον, καὶ ἄτοπόν ἐστι τὸ οὕτω περὶ αὐτοῦ ὑπολαμβάνειν), ἀλλ' ὅσον ἐγχωροῦσιν, ὅσον ὑπὸ τῆς ἀκτῖνος ἐκείνης ἰσχύουσιν καταλάμπεσθαι. Ἐπειδὴ γὰρ διηνεκῶς λειτουργοῦσιν κύκλῳ τοῦ βασιλικοῦ θρόνου, ἐν διηνεκεῖ χαρᾷ διατελοῦσιν, ἐν ἀϊδίῳ εὐφροσύνῃ, ἐν ἀγαλλιάσει ἀκαταπαύστῳ, χαίροντα, σκιρτῶντα, ἀσιγήτως δοξολογοῦντα. Τὸ γὰρ ἐνώπιον ἑστάναι τῆς δόξης ἐκείνης καὶ ἀπὸ τῆς ἐξ αὐτῆς ἀπαστραπτούσης καταφωτίζεσθαι αἴγλης, τοῦτο αὐτοῖς καὶ χαρά, τοῦτο καὶ ἀγαλλίασις, τοῦτο καὶ εὐφροσύνη, τοῦτο καὶ δόξα. Τάχα τι πρὸς ἡδονὴν ἐπάθετε καὶ ἐν ἐπιθυμίᾳ τῆς δόξης ἐκείνης γεγόνατε. 1.3 Ἀλλ' εἴ γε βουληθείητε παραινοῦντος ἀκοῦσαι καὶ μετ' εὐλαβείας τὴν παροῦσαν δοξολογίαν ποιεῖσθαι, οὐκ ἀποληφθήσεσθε τῆς τοιαύτης χαρᾶς· αὐτὸς γάρ ἐστιν ἐκεῖνος ὁ ∆εσπότης, ὁ καὶ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς δοξαζόμενος· "Πλήρης γὰρ ὁ οὐρανός, φησί, καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ." Πῶς οὖν ἐκεῖνα τῆς τοσαύτης εὐφροσύνης ἀπολαύοντα, φόβῳ ταύτην ἀναμιγνύουσιν; Πῶς; Ἄκουσον τί φησιν ὁ προφήτης· "Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Τίνος ἕνεκεν τὸ ὑψηλὸν εἰπών, καὶ τὸ ἐπῃρμένον προσέθηκε; μὴ γὰρ οὐκ ἤρκει διὰ τοῦ ὑψηλοῦ τὸ πᾶν σημᾶναι τοῦ πράγματος καὶ δεῖξαι τὸ τῆς ἀξίας ὑπερανεστηκός; διὰ τί οὖν τὸ ἐπῃρμένον ἐπήγαγεν; Ἵνα τὸ τῆς καθέδρας ἀκατάληπτον ἐνδείξηται. Ἐπειδὴ γὰρ παρ' ἡμῖν τὸ ὑψηλὸν ἔννοιάν τινα παρέχεται συγκρίσεως πρὸς τὰ χαμαίζηλά τε καὶ ταπεινότερα (οἷον, ὑψηλὰ μὲν τὰ ὄρη πρὸς τὰς πεδιάδας καὶ τὰ κοῖλα τῆς γῆς, ὑψηλὸς δὲ ὁ οὐρανὸς ὁ πάντων ὑπεραρθεὶς τῶν γηΐνων), τὸ δὲ ἐπῃρμένον καὶ ἐξῃρμένον μόνης ἐστὶν ἐκείνης τῆς ἀκαταλήπτου φύσεως, ἣν μήτε ἐννοῆσαι, μήτε ἑρμηνεῦσαί ἐστιν δυνατόν· διὰ τοῦτό φησι· "Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Καὶ τί ἕτερον