1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

14

ἵππων ἁμίλλαις, ἅπαν τοῦ σταδίου παρατρέχοντες τὸ μέρος, ἐκεῖ φιλονεικοῦσι τὰ τῶν ἀντιτέχνων ἅρματα καταστρέφειν, ἔνθα ἂν ἴδωσιν τὸν βασιλέα καθήμενον, καὶ τοσούτων ὄψεων ἕνα νομίζουσιν ἀξιοπιστότερον ὀφθαλμόν; Σὺ δὲ τὸν τῶν ἀγγέλων αὐτὸν βασιλέα τοῖς σοῖς δρόμοις ἀγωνοθετοῦντα ὁρῶν, ἐκεῖνον ἀφεὶς ἐπὶ τὰς τῶν ὁμοδούλων καταφεύγεις ὄψεις; ∆ιά τοι τοῦτο μετὰ τὰς μυρίας πάλας ἀστεφάνωτος ἀναχωρεῖς, μετὰ τοὺς πολλοὺς ἱδρῶτας χωρὶς βραβείων ἀπέρχῃ πρὸς τὸν ἀγωνοθέτην. Ἀλλ' οὐκ Ὀζίας τοιοῦτος ἦν, ἀλλ' ἐνώπιον Κυρίου τὸ εὐθὲς ἐποίει. Πῶς οὖν οὕτω μετὰ ἀκριβείας πολιτευόμενος ὑπεσκελίσθη καὶ κατέπεσεν; Τοῦτο γὰρ κἀγὼ θαυμάζω καὶ διαπορῶ, μᾶλλον δὲ οὐκ ἂν εἴη τοῦτο διαπορήσεως ἄξιον· ἄνθρωπος γὰρ ἦν, πρᾶγμα πρὸς ἁμαρτίαν εὐόλισθον καὶ πρὸς κακίαν ὀξύρροπον. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπόν, ἀλλ' ὅτι καὶ ὁδὸν στενὴν καὶ τεθλιμμένην ἐπετάγημεν ὁδεύειν, ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην. Ὅταν οὖν καὶ προαιρέσεως εὐκολία καὶ ὁδοῦ δυσκολία συνέλθωσιν εἰς ταὐτόν, μὴ θαύμαζε λοιπὸν ὑπὲρ τῶν παραπτωμάτων; Καθάπερ γὰρ ἐν τοῖς θεάτροις οἱ τὴν σχοῖνον τὴν κάτωθεν ἄνω τεταμένην ἀναβαίνειν καὶ καταβαίνειν μελετῶντες, ἂν μικρὸν παραβλέψωσιν, περιτραπέντες κατενεχθήσονται εἰς τὴν ὀρχήστραν καὶ ἀπολοῦνται· οὕτω καὶ οἱ τὴν ὁδὸν ταύτην ὁδεύοντες, ἂν μικρὸν ῥᾳθυμήσωσιν, κατακρημνίζονται. Καὶ γὰρ κἀκείνης τῆς σχοίνου ἡ ὁδὸς αὕτη καὶ στενωτέρα καὶ ὄρθιος καὶ προσάντης μᾶλλόν ἐστι καὶ ὑψηλοτέρα πολλῷ· πρὸς γὰρ αὐτὸν ἄνω τελευτᾷ τὸν οὐρανὸν καὶ τότε ἡμῖν σφαλερώτερα ἔσται τὰ διαβήματα, ὅταν ἄνω καὶ πρὸς αὐτῇ γενώμεθα τῇ κορυφῇ· τοῖς γὰρ ἐφ' ὕψους ἑστῶσι πολὺς ὁ τρόμος καὶ μία μόνον ἀσφάλεια λείπεται, τὸ μὴ κατακῦψαι κάτω, μηδὲ εἰς γῆν ἰδεῖν. Καὶ γὰρ χαλεπὸς ἐντεῦθεν ὁ σκοτόδινος γίνεται. ∆ιά τοι τοῦτο συνεχῶς ἡμῖν ὁ προφήτης ἐπιβοᾷ λέγων· "Εἰς τὸ τέλος μὴ διαφθείρῃς", ῥᾳθυμοῦσαν ἡμῶν τὴν ψυχὴν ἀναστέλλων καὶ μέλλουσαν καταπίπτειν ἀνέχων καὶ διακρατῶν. Ἐν ἀρχῇ μὲν γὰρ οὐ πολλῆς δεόμεθα τῆς παρακλήσεως. Τί δήποτε; Ὅτι πᾶς ἄνθρωπος, κἂν ἁπάντων νωθέστατος ᾖ, μέλλων ἅπτεσθαι πράγματος, πολλὴν ἐν τοῖς προοιμίοις ἐπιδείκνυται τὴν σπουδὴν καὶ τῆς προθυμίας ἀκμαζούσης καὶ τῆς δυνάμεως νεαρᾶς οὔσης ἔτι [ῥᾳδίως πρὸς τὸ προκείμενον ἐπιβαίνει]· ὅταν δὲ τὸ πλέον τῆς ὁδοῦ προέλθωμεν καὶ μαρανθῇ τὰ τῆς προθυμίας ἡμῖν, τὰ δὲ τῆς δυνάμεως ἡμῶν λήξῃ, μέλλωμεν δὲ καταπίπτειν, τότε ἡμῖν ὁ προφήτης εὐκαίρως παρίσταται, καθάπερ βακτηρίαν τινὰ τὸ ἐπίφθεγμα τοῦτο ὀρέγων καὶ λέγων· "Εἰς τὸ τέλος μὴ διαφθείρῃς." Καὶ γὰρ καὶ ὁ διάβολος τότε σφοδρότερον πνεῖ. Καὶ καθάπερ οἱ τὴν θάλατταν πλέοντες πειραταί, οὐχ ὅταν ἴδωσιν ἐξιόντα τοῦ λιμένος τὰ πλοῖα, τότε ἐπιτίθενται τί γὰρ αὐτοῖς ὄφελος κενὸν καταδῦσαι τὸ σκάφος; ἀλλ' ὅταν ἐπανίῃ πλήρη τὸν φόρτον ἔχοντα, τότε πᾶσαν κινοῦσι μηχανήν, οὕτω καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅταν ἴδῃ πολλὰ συνειλεχότας, νηστείαν, εὐχὰς ἐλεημοσύνην, σωφροσύνην, τὴν ἄλλην ἅπασαν ἀρετήν, ὅταν ἴδῃ γέμον ἡμῶν τὸ πλοῖον τῶν πολυτελῶν τῆς εὐσεβείας λίθων, τότε προσβάλλει, πάντοθεν διορύττων τὸν θησαυρόν, ὥστε παρ' αὐτὰ τοῦ λιμένος τὰ στόματα καταδῦσαι τὸ σκάφος καὶ γυμνοὺς παραπέμψαι πρὸς ἐκεῖνον τὸν λιμένα λοιπόν. ∆ιὰ τοῦτο ὁ προφήτης προστάττει πᾶσι λέγων· "Εἰς τὸ τέλος μὴ διαφθείρῃς." Καὶ γὰρ μετὰ τὴν τοιαύτην πτῶσιν δυσανάκλητος πάλιν ἡ ἀνάστασις. "Ὁ γὰρ ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ." Καὶ τοῖς μὲν ἐν ἀρχῇ πεσοῦσι συγγινώσκομεν ἅπαντες διὰ τὴν ἀπειρίαν· τὸν δὲ μετὰ πολλοὺς τοὺς διαύλους ὑποσκελισθέντα οὐκ ἄν τις ῥᾳδίως ἀξιώσειε συγγνώμης ἢ ἀπολογίας· ῥᾳθυμίας γὰρ τότε τὸ πτῶμα εἶναι δοκεῖ. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ἀλλ' ὅτι καὶ πολλοὶ οἱ σκανδαλιζόμενοι τοῖς τοῦ τοιούτου πτώμασίν εἰσιν, ὥστε καὶ ταύτῃ πάλιν ἀσύγγνωστον