1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

17

πρὸς τοὺς κάμνοντας εἰσιόντες, καὶ πρὸ τῶν νοσημάτων ἀνιχνεύουσι τὰς πηγάς, ὥστε ἄνωθεν ἀναστεῖλαι τὸ κακόν· ὁ γάρ, τῆς ῥίζης μενούσης, τὰ βλαστήματα ἐκτέμνων μόνον, οὐδὲν ἕτερον ἢ ματαιοπονεῖ. Ποῦ οὖν ἡ Γραφὴ καὶ τὴν ἁμαρτίαν καὶ τὴν αἰτίαν τῆς ἁμαρτίας εἶπεν; Κατηγορεῖ τῶν πρὸ τοῦ κατακλυσμοῦ γενομένων ἐπὶ ταῖς οὐ προσηκούσαις ἐπιμιξίαις· καὶ ἄκουσον πῶς τίθησι τὴν αἰτίαν· "Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον αὐτὰς ἑαυτοῖς εἰς γυναῖκας." Τί οὖν, τὸ κάλλος τῆς ἁμαρτίας αἴτιον; Μὴ γένοιτο· τῆς γὰρ Θεοῦ σοφίας ἔργον ἐστίν· Θεοῦ δὲ ἔργον οὐκ ἄν ποτε γένοιτο πονηρίας αἴτιον. Ἀλλὰ τὸ ἰδεῖν; Οὐδὲ τοῦτο· καὶ γὰρ καὶ τοῦτο τῆς φύσεως ἔργον ἐστίν. Ἀλλὰ τί; Τὸ κακῶς ἰδεῖν· τοῦτο γὰρ προαιρέσεως διεφθαρμένης ἐστίν. ∆ιὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· "Μὴ καταμάνθανε κάλλος ἀλλότριον." Οὐκ εἶπεν· Μὴ ἴδῃς· συμβαίνει γὰρ καὶ ἀπὸ τοῦ αὐτομάτου τοῦτο γενέσθαι· ἀλλά "Μὴ καταμάνθανε", φησίν, τὴν ἐκ μελέτης κατανόησιν, τὴν περίεργον ὄψιν, τὴν μετὰ διατριβῆς θεωρίαν, τὴν ἀπὸ ψυχῆς διεφθαρμένης καὶ ἐπιθυμούσης ἀναιρῶν. Καὶ τί, φησίν, ἐκ τούτου γένοιτ' ἂν βλάβος; "Ἐκ τούτου, φησί, φιλία ὡς πῦρ ἀνακαίεται." Καθάπερ γὰρ τὸ πῦρ, ἐπειδὰν χόρτου τινὸς ἢ καλάμης ἐπιλάβηται, οὐκ ἀναμένει χρόνον τινά, ἀλλ' ὁμοῦ τε ἥψατο τῆς ὕλης, καὶ λαμπρὰν ἀνῆψε τὴν φλόγα· οὕτω καὶ τὸ πῦρ τῆς ἐπιθυμίας τῆς ἐν ἡμῖν, ἐπειδὰν διὰ τῶν ὀφθαλμῶν ὄψεως εὐειδοῦς καὶ λαμπρᾶς ἅψηται, εὐθέως τὰς τῶν ὁρώντων ἐμπίπρησι ψυχάς. Μὴ τοίνυν τὴν πρόσκαιρον ἴδῃς ἡδονήν, τὴν ἀπὸ τῆς θεωρίας, ἀλλὰ τὴν διηνεκῆ σκόπησον ὀδύνην, τὴν ἀπὸ τῆς ἐπιθυμίας. Ἡ μὲν γὰρ μέγα τραῦμα ἐνθεῖσα ἀπεπήδησε πολλάκις· τὸ δὲ τραῦμα οὐκ ἀποπηδᾷ, ἀλλὰ μένει καὶ ἀπόλλυσιν. Καὶ καθάπερ ἔλαφος δεξαμένη βέλος ἐν καιρίῳ τοῦ σώματος, κἂν ἐκφύγῃ τῶν θηρατῶν τὰς χεῖρας, οὐδὲν κερδαίνει λοιπόν, οὕτω καὶ ψυχὴ δεξαμένη βέλος ἐπιθυμίας ἐξ ἀκολάστου καὶ περιέργου θεωρίας, κἂν τὸ βέλος ἀφεῖσα ἀπέλθῃ, αὐτὴ διαφθείρεται καὶ ἀπόλλυται, πανταχοῦ τὸν πολέμιον ὁρῶσα καὶ ἑπόμενον ἔχουσα. Ἀλλ' ὅπερ ἔλεγονοὐ γὰρ δεῖ μακρὰς συγχωρεῖν τοῦ λόγου ποιεῖσθαι τὰς ἐκτροπάς, ὅτι ἡ Γραφὴ καὶ τὰ ἁμαρτήματα καὶ τὰς αἰτίας αὐτῶν λέγειν εἴωθεν· ἄκουε γοῦν καὶ ἐνταῦθα τί φησι περὶ τοῦ Ὀζίου. Οὐ γὰρ ὅτι ὑψώθη ἡ καρδία αὐτοῦ, τοῦτο μόνον ἡμᾶς ἐδίδαξεν, ἀλλὰ καὶ πόθεν ὑψώθη προσέθηκεν. Πόθεν οὖν ὑψώθη; "Ἡνίκα ἴσχυσεν, φησίν, ὑψώθη ἡ καρδία αὐτοῦ." Οὐκ ἤνεγκε τῆς δυναστείας τὸ μέγεθος, ἀλλ' ὥσπερ ἐξ ἀδηφαγίας μὲν γίνεται φλεγμονή, ἐκ φλεγμονῆς δὲ τίκτεται πυρετός, εἶτα ἐκεῖθεν θάνατος πολλάκις, οὕτω καὶ ἐνταῦθα ἀπὸ τῆς πολλῆς τῶν πραγμάτων περιβολῆς ἀπόνοια γέγονεν. Ὅπερ γὰρ ἐπὶ τῶν σωμάτων φλεγμονή, τοῦτο ἐπὶ τῶν ψυχῶν ἀπόνοια. Εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων αὐτῷ πραγμάτων. 3.5 Ταῦτα οὐχ ἁπλῶς μηκύνομεν, ἀλλ' ἵνα μηδέποτε ζηλωτοὺς εἶναι νομίζητε[, μηδὲ μακαρίζητε] τοὺς ἐν δυναστείαις ὄντας, εἰδότες ὅσον τοῦ πράγματος τὸ ἐπισφαλές, ἵνα μηδέποτε τοὺς ἐν πενίᾳ καὶ ταλαιπωρίᾳ ἀθλίους ἡγῆσθε, εἰδότες ὅτι πλείων ἐντεῦθεν ἡ ἀσφάλεια. ∆ι' ὃ καὶ ὁ προφήτης ἐβόα λέγων· "Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με." Ὅρα γοῦν ὅσον ἐκ τοῦ ὕψους γέγονε τὸ κακόν. "Ὑψώθη ἡ καρδία αὐτοῦ ἕως τοῦ διαφθεῖραι", φησίν. Τί ἐστιν; "Ἕως τοῦ διαφθεῖραι;" Τῶν πονηρῶν λογισμῶν οἱ μὲν οὐδὲ ὅλως ἡμῶν ἐπιβαίνουσι τῆς ψυχῆς, ἂν πολλῇ περιφράξωμεν ἑαυτοὺς ἀσφαλείᾳ· οἱ δὲ τίκτονται μὲν ἔνδον, ῥᾳθυμησάντων δὲ ἡμῶν, καὶ βλαστάνουσιν· ἂν δὲ προληφθῶσιν, ἀποπνίγονται ταχέως καὶ καταχώννυνται. Ἄλλοι καὶ τίκτονται καὶ αὐξάνονται καὶ πρὸς τὰς πονηρὰς ἐκβαίνουσι πράξεις καὶ πᾶσαν ἡμῶν τῆς ψυχῆς τὴν ὑγίειαν διαφθείρουσιν, ὅταν ἐν πολλῇ γενώμεθα ῥᾳθυμίᾳ. Τοῦτο οὖν ἔστιν ὅπερ λέγει "Ὑψώθη ἡ καρδία αὐτοῦ"· καὶ οὐκ ἔμεινεν ἔνδον ἡ ἀπόνοια, οὐδὲ