1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

6

ἁμαρτία, ἡ τῶν πλημμελημάτων εἴσπραξις. Ἐκείνη τὰ ἄνω κάτω πεποίηκεν, ἐκείνη πάντα τὰ δεινὰ εἰσήγαγεν, ἐκείνη τοὺς πολέμους ἐξώπλισεν, ἐκείνη τὴν ἧτταν ἐνήργησεν. Οὐκ ἄλλοθεν ἡμῖν ὁ τῶν ἀνιαρῶν ἑσμὸς ὑπερεσχέθη, ἀλλ' ἢ ἐκ ταύτης τῆς αἰτίας. Ὥστε κἂν Ἀβραάμ τις ᾖ ὁ κρατῶν, κἂν Μωϋσῆς, κἂν ∆αυίδ, κἂν Σολομῶν ὁ σοφώτατος, κἂν ἁπάντων ἁμαρτωλότερος ἀνθρώπων, ἡμῶν κακῶς διακειμένων, ἀδιάφορον ἔχει τὴν πρὸς τὰ κακὰ αἰτίαν. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι εἰ μὲν τῶν παρανομωτάτων εἴη καὶ τῶν ἀβουλήτως καὶ ἀτάκτως φερομένων, ἡ ἡμῶν ἀβουλία καὶ ἀταξία τὸν τοιοῦτον ἐκαρποφόρησεν, τὰ ἡμέτερα ἁμαρτήματα τὴν πληγὴν προεξένησεν. Τὸ γὰρ κατὰ τὰς καρδίας ἡμῶν λαμβάνειν ἄρχοντας οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τοῦτο, ὅτι προημαρτηκότες τοιούτου τοῦ προεστηκότος ἐτύχομεν, κἄν τε τῶν ἱερωμένων ᾖ τις, κἄν τε τῶν τὰς κοσμικὰς διεπόντων ἐξουσίας. Εἰ δὲ καὶ λίαν δίκαιος εἴη καὶ οὕτω δίκαιος, ὥστε μέχρι τῆς Μωϋσέως ἀρετῆς ἐληλακέναι, οὐχ ἡ αὐτοῦ μόνου δικαιοσύνη τὰ ἄμετρα τῶν ὑπηκόων συγκαλύψαι δυνήσεται πταίσματα. Καὶ τοῦτο ἐξ αὐτοῦ ἄν τις ἀκριβῶς καταμάθοι τοῦ Μωϋσέως, τοῦ πολλὰ μὲν κακοπαθήσαντος ὑπὲρ τοῦ Ἰσραήλ, πολλὴν δὲ τὴν ὑπὲρ αὐτοῦ ἱκεσίαν πρὸς τὸν Θεὸν ἐνστησαμένου, τοῦ τὴν ἐπηγγελμένην αὐτὸν κατακληρονομῆσαι γῆν· ἀλλ' ἐπεὶ ξένον ἑαυτὸν οὗτος τῆς κατασχέσεως ταῖς οἰκείαις κατέστησεν παρανομίαις, οὐκ ἴσχυσεν ἡ αὐτοῦ δέησις τὴν τοῦ Θεοῦ δικαίαν ψῆφον μεταποιῆσαι παντὸς τοῦ λαοῦ ἐν τῇ ἐρήμῳ κατεστρωμένου. Καίτοι τίς τοῦ Μωϋσέως δικαιότερος; ἢ τίς παρρησιαστικώτερος πρὸς τὸν Θεόν; "Ἰσχύειν" μὲν οὖν δὴ "λέγεται δικαίου δέησις", ἀλλ' "ἐνεργουμένη", τουτέστι, βοηθουμένη τῇ μεταμελείᾳ καὶ ἐπιστροφῇ, ὑπὲρ ὧν καταβάλλεται. Οἷς δὲ ἀμετανόητος καὶ ἀνεπίστροφός ἐστιν ὁ τρόπος, πῶς ἂν ἐπαμῦναι δυνήσεται, αὐτῶν ἐκείνων τοῖς ἔργοις ἀντικοπτόντων; 1.5 Καὶ τί λέγομεν ἐπὶ ὁλοκλήρου λαοῦ παρανομοῦντος τοῦτο συμβαίνειν, ὅπου γε καὶ τῶν ὀλίγων ὑπηκόων ἁμαρτία, ἢ πολλάκις καὶ τοῦ ἑνός, τὴν τῶν δικαίως κρατούντων ὑπερακοντίζει παρρησίαν; Καὶ τοῦτο πάλιν ἐξ αὐτοῦ ἄν τις κατανοήσειε τοῦ Ἰσραήλ, ὃς ὑπὸ Μωϋσέως δημαγωγούμενος, ἡνίκα πρὸς τὴν τῶν ἀλλοφύλων παρέβαλε γῆν καὶ τὴν πρὸς αὐτοὺς συνῇρε μάχην, πῶς τινες τῶν αὐτοῦ μανέντες εἰς τὰς ἐκείνων γυναῖκας, τὴν πάνδημον ἐκείνην θραῦσιν καὶ τὸν ὄλεθρον κατειργάσαντο. Ἐπὶ ἑνὸς δὲ τὸ τοιοῦτο συμβέβηκεν· ὡς ἐπὶ Ἄχαρ τοῦ τὴν ποικίλην στολὴν ἀφελομένου τοῦ ἀναθήματος καὶ κατὰ τοῦ λαοῦ τὴν τοῦ Θεοῦ ἐκκαύσαντος ὀργήν. Ἀλλ' ἴσως τινὲς τῶν παρόντων τὰ τῆς ἱστορίας ταύτης ἀγνοοῦσιν. ∆ιὰ τοῦτο δεῖ βραχέα περὶ ταύτης εἰπόντα ὑπομνῆσαι μὲν τοὺς εἰδότας, διδάξαι δὲ τοὺς ἀγνοοῦντας. Οὗτος τοίνυν ὁ Ἄχαρ εἷς ἐτύγχανε τῶν μετὰ Ἰησοῦ τοῦ Ναυῆ διαβάντων τὸν Ἰορδάνην, Ἰησοῦ ἐκείνου τοῦ ψήφῳ Θεοῦ διαδόχου Μωϋσέως προκεκριμένου, τοῦ εἰκόνα καὶ τύπον ἐπέχοντος τοῦ ἀληθινοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὥσπερ γὰρ ἐκεῖνος ἐκ τῆς ἐρήμου διὰ τοῦ Ἰορδάνου εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὸν λαὸν διεβίβασεν, οὕτω καὶ ὁ Σωτὴρ ἡμῶν ἐκ τῆς ἐρήμου τῆς ἀγνωσίας καὶ εἰδωλολατρείας διὰ τοῦ ἁγίου καὶ σωτηριώδους βαπτίσματος εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἡμᾶς μετεποίησεν, εἰς τὴν μητέρα τῶν πρωτοτόκων, ἐν ᾗ τῆς ἀληθινῆς καταπαύσεως ηὐτρεπίσθησαν αἱ μοναί, ἔνθα ἡ ἀστασίαστος καὶ εἰρηνικὴ διατριβή. Οὗτος τοίνυν τῇ τοῦ προστάττοντος δυνάμει τὸν λαὸν διαβιβάσας, προσέβαλε τῇ Ἱεριχὼ καὶ τὴν ξένην ἐκείνην πολιορκίαν ἐνεργῶν, ἤδη τῶν τειχῶν καταπίπτειν μελλόντων, τί φησι πρὸς τὸν λαόν; "Ἔσται ἀνάθημα ἡ πόλις αὕτη καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ Κυρίῳ Σαβαώθ, πλὴν Ῥαὰβ τὴν πόρνην, περιποιήσασθε αὐτήν. Φυλάξασθε οὖν ἀπὸ τοῦ ἀναθήματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς λάβητε ἀπ' αὐτοῦ, καὶ ἐκτρίψητε ἡμᾶς." Ἀφιερώθη, φησίν, ἅπαντα τὰ ἐν τῇ πόλει τοῦτο γὰρ τὸ ἀνάθημα δηλοῖ, Μή τις οὖν