33
τοῦτο αὐτὸ πεπόνθαμεν, ὧν οὐδὲν γένοιτ' ἂν φαιδρότερον σῶμα; Οὕτως ἐπὶ τῶν σωμάτων ἁπάντων ἡ συνήθεια καταλύει τὸ θαῦμα· ἐπὶ δὲ τῆς τοῦ Θεοῦ δόξης οὐχ οὕτως, ἀλλὰ πᾶν τοὐναντίον. Ὅσον γὰρ ἐνδιατρίβουσι τῇ θεωρίᾳ τῆς δόξης ἐκείνης αἱ δυνάμεις αὗται, τοσοῦτον μᾶλλον ἐκπλήττονται καὶ ἐπιτείνουσι τὸ θαῦμα· διά τοι τοῦτο καὶ ἐξ οὗ γεγόνασι μέχρι τοῦ νῦν ὁρῶσαι τὴν δόξαν ἐκείνην, μηδέποτε ἐπαύσαντο μετ' ἐκπλήξεως βοῶσαι· ἀλλ' ὅπερ ἡμεῖς πάσχομεν ἐν βραχεῖ καιρῷ κατὰ τῶν ὄψεων ἡμῶν ἀστραπῆς φερομένης, τοῦτο ἐκεῖναι διηνεκῶς ὑπομένουσιν καὶ ἀπαύστως μετά τινος ἡδονῆς τὸ θαῦμα ἔχουσιν. Καὶ γὰρ οὐ μόνον κεκράγασιν, ἀλλὰ καὶ πρὸς ἀλλήλους τοῦτο ποιοῦσιν, ὃ τῆς ἐπιτεταμένης ἐκπλήξεως σημεῖόν ἐστιν. Οὕτω καὶ ἡμεῖς, βροντῆς καταρρηγνυμένης ἢ τῆς γῆς σειομένης, οὐ μόνον δεδοίκαμεν καὶ ἀναπηδῶμεν, ἀλλὰ καὶ πρὸς ἀλλήλους βοῶμεν. Τοῦτο καὶ τὰ Σεραφὶμ ἐποίουν· καὶ διὰ τοῦτο ἕτερος πρὸς τὸν ἕτερον ἐκέκραγον· Ἅγιος, ἅγιος, ἅγιος. 6.3 Ἆρα ἐπέγνωτε τὴν φωνὴν ταύτην; ἆρα ἡμετέρα ἐστὶν ἢ τῶν Σεραφίμ; καὶ ἡμετέρα καὶ τῶν Σεραφὶμ διὰ τὸν Χριστὸν τὸν ἀνελόντα τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ εἰρηνοποιήσαντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, διὰ τὸν ποιήσαντα τὰ ἀμφότερα ἕν. Πρότερον μὲν γὰρ ἐν τοῖς οὐρανοῖς οὗτος ᾔδετο μόνον ὁ ὕμνος· ἐπειδὴ δὲ ἐπιβῆναι τῆς γῆς κατηξίωσεν ὁ ∆εσπότης, καὶ τὴν μελῳδίαν ταύτην κατήνεγκε πρὸς ἡμᾶς. ∆ιὰ τοῦτο καὶ ὁ μέγας οὗτος ἀρχιερεύς, ἐπειδὰν ἐπὶ τῆς ἁγίας ταύτης ἑστήκῃ τραπέζης τὴν λογικὴν ἀναφέρων λατρείαν, τὴν ἀναίμακτον προσφέρων θυσίαν, οὐχ ἁπλῶς ἡμᾶς ἐπὶ τὴν εὐφημίαν ταύτην καλεῖ, ἀλλὰ πρότερον τὰ Χερουβὶμ εἰπὼν καὶ τῶν Σεραφὶμ ἀναμνήσας, οὕτω παρακελεύεται πᾶσιν ἀναπέμψαι τὴν φρικωδεστάτην φωνὴν ἐκείνην, τῇ τῶν συγχορευόντων μνήμῃ τὴν διάνοιαν ἡμῶν ἀπὸ τῆς γῆς ἀνασπᾶσαι σπουδάζων πρὸς τοὺς οὐρανοὺς καὶ μονονουχὶ βοῶν πρὸς ἕκαστον ἡμῶν καὶ λέγων· Μετὰ τῶν Σεραφὶμ ᾄδεις, μετὰ τῶν Σεραφὶμ στῆθι, μετ' ἐκείνων τὰς πτέρυγας τοῦ νοῦ ἐκπέτασον, μετ' ἐκείνων περιίπτασο τὸν θρόνον τὸν βασιλικόν. Καὶ τί θαυμαστόν, εἰ μετὰ τῶν Σεραφὶμ ἕστηκας, ὅπου γε ὧν οὐκ ἐτόλμησεν ἅψασθαι τὰ Σεραφίμ, ταῦτά σοι μετὰ ἀδείας ἔδωκεν ὁ Θεός; "Ἀπεστάλη γὰρ πρός με, φησίν, ἓν τῶν Σεραφὶμ καὶ εἶχεν ἄνθρακα πυρός, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου." Ἐκεῖνο τὸ θυσιαστήριον τοῦ θυσιαστηρίου τούτου τύπος ἐστὶ καὶ εἰκών· ἐκεῖνο τὸ πῦρ, τούτου τοῦ πυρὸς τοῦ πνευματικοῦ. Ἀλλ' οὐκ ἐτόλμησεν ἅψασθαι τῇ χειρὶ τὰ Σεραφίμ, ἀλλὰ τῇ λαβίδι· σὺ δὲ τῇ χειρὶ λαμβάνεις. Ἂν μὲν γὰρ πρὸς τὴν ἀξίαν ἴδῃς τῶν προκειμένων, καὶ τῆς τῶν Σεραφὶμ ἁφῆς ταῦτα μείζω πολλῷ· ἂν δὲ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐννοήσῃς, οὐδὲ πρὸς τὴν ἡμετέραν εὐτέλειαν ἐπαισχύνεται κατελθεῖν ἐπὶ τῶν προκειμένων τῇ χάριτι. Ταῦτ' οὖν ἐννοῶν, ἄνθρωπε, καὶ τὸ μέγεθος τῆς δωρεᾶς λογιζόμενος, ἀνάστηθί ποτε καὶ τῆς γῆς ἀπαλλάγηθι καὶ πρὸς τὸν οὐρανὸν ἀνάβηθι. Ἀλλ' ἕλκει τὸ σῶμα καὶ βιάζεται κάτω; Ἀλλ' ἰδοὺ προσελαύνουσιν νηστεῖαι, κοῦφα μὲν τῆς ψυχῆς ἐργαζόμεναι τὰ πτερά, κοῦφον δὲ τῆς σαρκὸς ποιοῦσαι τὸ φορτίον, κἂν μολύβδου παντὸς βαρύτερον λάβωσι σῶμα. Ἀλλ' ἡ μὲν τῆς νηστείας νῦν ἀναμενέτω διδασκαλία, ἡ δὲ τῶν μυστηρίων ἤδη κινείσθω, δι' ὧν καὶ αἱ νηστεῖαι. Καθάπερ γὰρ τῶν ἐν τοῖς ὀλυμπιακοῖς ἀγῶσι παλαισμάτων τέλος ὁ στέφανος, οὕτω καὶ τῆς νηστείας τέλος ἡ καθαρὰ κοινωνία· ὡς ἐὰν μὴ τοῦτο κατορθώσωμεν διὰ τῶν ἡμερῶν τούτων, εἰκῇ καὶ μάτην κατακόψαντες ἑαυτούς, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπὸ τοῦ σκάμματος τῆς νηστείας ἀναχωρήσομεν. ∆ιὰ τοῦτο καὶ οἱ πατέρες ἐξέτειναν τῆς νηστείας τὸ στάδιον, προθεσμίαν μετανοίας διδόντες ἡμῖν, ἵνα καθηράμενοι καὶ ἀποσμήξαντες ἑαυτούς, οὕτω προσίωμεν. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἐντεῦθεν ἤδη βοῶ λαμπρᾷ τῇ φωνῇ καὶ διαμαρτύ