1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

23

δεδοίκασι πειρατάςὁ γὰρ πειρατὴς ἐκεῖ ἀπέρχεται, ὅπου χρυσός, ὅπου ἄργυρος, ὅπου λίθοι τίμιοι, οὕτω καὶ ὁ διάβολος οὐκ εὐκόλως ἐπηρεάζει τῷ ἁμαρτωλῷ, ἀλλὰ τῷ δικαίῳ, ὅπου πλοῦτος πολύς. Ἐπειδὴ πολλάκις ἡ ἀπόνοια ἐξ ἐπιβουλῆς τοῦ διαβόλου, νήφειν ἀναγκαῖον. Ὅσον μέγας εἶ, τοσοῦτον ταπείνου σαυτόν. Ὅταν ἀναβῇς εἰς τὸ ὕψος, ἀσφαλισθῆναι χρείαν ἔχεις, ἵνα μὴ πέσῃς. ∆ιὸ καὶ ὁ Κύριος ἡμῶν λέγει· "Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν." Τί μέγα φρονεῖς, ἄνθρωπος ὤν, τῆς γῆς συγγενής, ὁμοούσιος τῇ τέφρᾳ, τὰς ἐν τῇ φύσει, τὰς ἐν τῇ γνώμῃ, τὰς ἐν τῇ προαιρέσει τῶν πραγμάτων μεταβολὰς μὴ λογιζόμενος; Σήμερον πλούσιος, αὔριον πένης· σήμερον ὑγιαίνων, αὔριον νοσῶν· σήμερον χαίρων, αὔριον λυπούμενος· σήμερον ἐν δόξῃ, αὔριον ἐν ἀτιμίᾳ· σήμερον ἐν νεότητι, αὔριον ἐν γήρᾳ. Μὴ ἵσταταί τι τῶν ἀνθρωπίνων; ἀλλ' ὥσπερ τῶν ποταμίων ῥευμάτων μιμεῖται τὸν δρόμον. Ὁμοῦ τε γὰρ ἐφάνη, καὶ σκιᾶς εὐκολώτερον ἡμᾶς καταλιμπάνει. Τί οὖν μέγα φρονεῖς, ἄνθρωπε, ὡς καπνὸς ἢ ματαιότης; "Ἄνθρωπος γὰρ ματαιότητι ὡμοιώθη." "Ὡσεὶ καπνὸς αἱ ἡμέραι αὐτοῦ." "Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν." Ταῦτα λέγω, οὐχ ὡς τὴν οὐσίαν ἐξευτελίζων, ἀλλὰ τὴν ἀπόνοιαν χαλινῶν. Καὶ γὰρ "μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων." Ἀλλ' ὁ Ὀζίας οὗτος βασιλεὺς ὢν καὶ τὸ διάδημα περικείμενος, ἐπειδὴ δίκαιος ἦν, ἐφρόνησέν ποτε μέγα καὶ φρονήσας μέγα καὶ μεῖζον τῆς ἀξίας, εἰσῆλθεν εἰς τὸ ἱερόν. Καὶ ἄκουε πῶς· Εἰσῆλθεν εἰς τὰ ἅγια, φησί, τῶν ἁγίων, εἶτα λέγει, βούλομαι θυμιᾶσαι. Βασιλεὺς ὢν ἱερωσύνης ἀρχὴν ἁρπάζει. Βούλομαι, φησί, θυμιᾶσαι, ἐπειδὴ δίκαιός εἰμι. Ἀλλὰ μένε ἔσω τῶν οἰκείων ὅρων· ἄλλοι ὅροι βασιλείας καὶ ἄλλοι ὅροι ἱερωσύνης· ἀλλ' αὕτη μείζων ἐκείνης. Οὐ γὰρ ἀπὸ τῶν φαινομένων φαίνεται βασιλεύς, οὐδὲ ἀπὸ τῶν πεπηγμένων αὐτῷ λίθων, καὶ οὗ περίκειται χρυσίου, ὀφείλει κρίνεσθαι ὁ βασιλεύς. Οὗτος μὲν γὰρ τὰ ἐπὶ τῆς γῆς ἔλαχεν οἰκονομεῖν· ὁ δὲ τῆς ἱερωσύνης θεσμὸς ἄνω κάθηται. "Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ." Ὁ βασιλεὺς τὰ ἐνταῦθα πεπίστευται, ἐγὼ τὰ οὐράνια· ἐγὼ ὅταν εἴπω, τὸν ἱερέα λέγω. Μὴ οὖν, ἂν ἴδῃς ἱερέα ἀνάξιον, τὴν ἱερωσύνην διάβαλλε· οὐ γὰρ τὸ πρᾶγμα διαβάλλειν δεῖ, ἀλλὰ τὸν κακῶς τῷ καλῷ κεχρημένον· ἐπεὶ καὶ ὁ Ἰούδας προδότης ἐγένετο, ἀλλ' οὐ κατηγορία τῆς ἀποστολῆς τοῦτο, ἀλλὰ τῆς ἐκείνου γνώμης· οὐκ ἔγκλημα τῆς ἱερωσύνης, ἀλλὰ τῆς κακῆς γνώμης. 4.5 Καὶ σὺ τοίνυν μὴ τὴν ἱερωσύνην διάβαλλε, ἀλλὰ τὸν κακῶς τῷ καλῷ κεχρημένον. Ἐπεὶ ὅταν σοί τις διαλέ γηται καὶ λέγῃ· Εἶδες τόνδε τὸν χριστιανόν; εἰπέ· Ἀλλ' ἐγὼ οὐ περὶ προσώπων, ἀλλὰ περὶ πραγμάτων σοι διαλέγομαι. Ἐπεὶ πόσοι ἰατροὶ δήμιοι ἐγένοντο καὶ δηλητήρια δεδώκασιν ἀντὶ φαρμάκων; Ἀλλ' οὐ τὴν τέχνην διαβάλλω, ἀλλὰ τὸν κακῶς τῇ τέχνῃ χρησάμενον. Πόσοι ναῦται κατεπόντισαν πλοῖα; Ἀλλ' οὐχ ἡ ναυτιλία, ἀλλ' ἡ κακὴ γνώμη ἐκείνων. Ἐὰν ἦ χριστιανὸς φαῦλος, μὴ τοῦ δόγματος κατηγόρει καὶ τῆς ἱερωσύνης, ἀλλὰ τὸν ἀπὸ ῥᾳθυμίας φαῦλον γενόμενον μέμφου, μᾶλλον δὲ μὴ μέμφου, ἀλλ' ὥστε μεταβάλλεσθαι αὐτὸν εὔχου καὶ δάκρυε. Ὁ βασιλεὺς σώματα ἐμπιστεύεται, ὁ δὲ ἱερεὺς ψυχάς· ὁ βασιλεὺς λοιπάδας χρημάτων ἀφίησιν, ὁ δὲ ἱερεὺς λοιπάδας ἁμαρτημάτων· ἐκεῖνος ἀναγκάζει, οὗτος παρακαλεῖ· [ἐκεῖνος ἀνάγκῃ, οὗτος γνώμῃ·] ἐκεῖνος ὅπλα ἔχει αἰσθητά, οὗτος ὅπλα πνευματικά· ἐκεῖνος πολεμεῖ πρὸς βαρβάρους, ἐμοὶ πόλεμος πρὸς δαίμονας. Μείζων ἡ ἀρχὴ αὕτη· διὰ τοῦτο ὁ βασιλεὺς τὴν κεφαλὴν ὑπὸ χεῖρας τοῦ ἱερέως ἄγει καὶ πανταχοῦ ἐν τῇ Παλαιᾷ ἱερεῖς βασιλέας ἔχριον. Ἀλλ' ὁ βασιλεὺς ἐκεῖνος τὰ ἴδια σκάμματα ὑπερβὰς καὶ τὸ μέτρον τῆς βασιλείας διαπηδήσας προσθεῖναι ἐπεχείρησεν καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν μετὰ αὐθεντίας, θυμιᾶσαι θέλων. Τί οὖν ὁ ἱερεύς; "Οὐκ ἔξεστί σοι, Ὀζία, θυμιᾶσαι." Ὅρα