1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

11

ζητουμένων ἐστὶν εὕρεσις. Ἐπειδὴ γὰρ καὶ τὰ μέταλλα γῆ καὶ τὸ χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ καὶ ἡ κοινωνία τῆς φύσεως τῶν ζητουμένων κλέπτει τὰς ὄψεις, ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίστανται ἐκεῖνοι, ἀλλὰ πᾶσαν ἀκρίβειαν ἐπιδείκνυνται· καίτοι γε ὁρῶντες ἴσασιν, τί μὲν ὄντως γῆ, τί δὲ ὄντως χρυσίον. Ἐπὶ δὲ τῆς Γραφῆς οὐκ ἔστιν οὕτως. Οὐ γὰρ μετὰ τῆς γῆς ἀναμεμιγμένον πρόκειται τὸ χρυσίον, ἀλλὰ καθαρὸν χρυσίον ἐστίν, "ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ". Οὐ γάρ ἐστι μέταλλα κατεργασίας δεόμενα αἱ Γραφαί, ἀλλὰ θησαυρὸν ἕτοιμον παρέχουσι τοῖς ζητοῦσι τὸν πλοῦτον τὸν ἐξ αὐτῶν. Ἀρκεῖ γὰρ παρακῦψαι μόνον καὶ πάσης ἐμπλησθέντας ὠφελείας ἀπελθεῖν· ἀρκεῖ μόνον ἀνοῖξαι καὶ τῶν λίθων εὐθέως θεωρῆσαι τὰς μαρμαρυγάς. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, οὐδὲ εἰκῇ ἐξέτεινα τὸν λόγον, ἀλλ' ἐπειδή τινές εἰσιν ἄνθρωποι βάναυσοι, οἵ, ἐπειδὰν τὰς θείας μετὰ χεῖρας λάβωσι βίβλους, εἶτα ἀριθμὸν χρόνων ἢ κατάλογον εὕρωσι κείμενον ὀνομάτων, εὐθέως παρατρέχουσιν καὶ πρὸς τοὺς ἐγκαλοῦντας λέγουσιν· ὀνόματα μόνον ἐστὶ καὶ οὐδὲν χρήσιμον ἔχει. Τί λέγεις; Ὁ Θεὸς φθέγγεται καὶ σὺ τολμᾷς εἰπεῖν ὅτι οὐδὲν χρήσιμον τῶν εἰρημένων ἐστίν; Εἰ γὰρ ἐπιγραφὴν μόνον ἴδοις ψιλήν, οὐ στήσῃ μετὰ σπουδῆς, εἰπέ μοι, καὶ τὸν κείμενον ἀνερευνήσεις πλοῦτον; Καὶ τί λέγω χρόνους καὶ ὀνόματα καὶ ἐπιγραφάς; Μάθε ὅσον ἰσχύει καὶ στοιχείου προσθήκη ἑνὸς μόνου, καὶ παῦσαι ὁλοκλήρων καταφρονῶν ὀνομάτων. Ὁ πατριάρχης ἡμῶν Ἀβραάμ ἡμῖν γὰρ μᾶλλον ἢ τοῖς Ἰουδαίοις προσῆκεν οὗτος Ἀβρὰμ τὸ πρῶτον ἐκαλεῖτο, ὅπερ ἑρμηνευόμενόν ἐστι περάτης· μετὰ δὲ ταῦτα, Ἀβραὰμ μετονομασθεὶς πατὴρ ἐγένετο πάντων τῶν ἐθνῶν, καὶ ἑνὸς προσθήκη στοιχείου τοσαύτην τῷ δικαίῳ τὴν ἀρχὴν ἐνεχείρισεν. Καθάπερ γὰρ οἱ βασιλεῖς τοῖς ἑαυτῶν ὑπάρχοις χρυσᾶς ὀρέγουσι δέλτους, σύμβολον τῆς ἀρχῆς· οὕτω καὶ Θεὸς τότε τῷ δικαίῳ ἐκείνῳ σύμβολον τῆς τιμῆς δέδωκε τὸ στοιχεῖον.

2.3 Ἀλλὰ περὶ μὲν ὀνομάτων ἐν ἑτέρῳ καιρῷ διηγήσομαι· ὅσον δὲ τῶν χρόνων τὸ κέρδος ἐστὶ γινωσκομένων καὶ ὅσον τὸ βλάβος ἀγνοουμένων, ἀναγκαῖον εἰπεῖν. Καὶ πρῶτόν γε ἀπὸ τῶν βιωτικῶν ὑμῖν ἐπιδείξομαι πραγμάτων. Αἱ διαθῆκαι καὶ τὰ γραμματεῖα τὰ περὶ γάμων, τὰ περὶ ὀφλημάτων, τὰ περὶ τῶν ἄλλων συμβολαίων, ἐὰν μὴ τῆς ὑπατείας τοὺς χρόνους ἄνωθεν ἔχῃ προγεγραμμένους, πάσης ἔρημα τῆς οἰκείας ἐστὶ δυνάμεως. Τοῦτο γάρ ἐστιν ἐν ἐκείνοις τὸ ἰσχυρόν, τοῦτο τὰς ἀμφισβητήσεις ἀναιρεῖ, τοῦτο δικαστηρίων ἀπαλλάττει καὶ τοὺς ἐχθροὺς φίλους ποιεῖ. ∆ιὰ τοῦτο οἱ ταῦτα γράφοντες, ὥσπερ λύχνον ἐπὶ λυχνίας, οὕτως ἐπὶ τοῦ μετώπου τῶν γραμμάτων προτυποῦσι τὴν ὑπατείαν, ἵνα πάντα τὰ κάτω φαίνῃ γεγραμμένα. Κἂν ταῦτα ἀνέλῃς, ἀνεῖλες τὸ φῶς καὶ πάντα σκότους καὶ πολλῆς ἐνέπλησας ταραχῆς. ∆ιὰ τοῦτο πᾶσα δόσις καὶ λῆψις, κἂν πρὸς φίλους, κἂν πρὸς ἐχθρούς, κἂν πρὸς οἰκέτας, κἂν πρὸς ἐπιτρόπους καὶ οἰκονόμους γίγνηται, ταύτης δεῖται τῆς ἀσφαλείας, καὶ πανταχοῦ καὶ μῆνας καὶ ἐνιαυτοὺς καὶ ἡμέρας κάτωθεν παραγράφομεν. Εἰ οὖν ἐπὶ τῶν βιωτικῶν τοσαύτη τοῦ πράγματος ἡ ἰσχύς, ἐπὶ τῶν πνευματικῶν πολλῷ μείζων καὶ χρησιμωτέρα. Τὰς γὰρ προφητείας τοῦτο δείκνυσι προφητείας. Οὐδὲ γὰρ ἄλλο τί ποτέ ἐστι προφητεία, ἀλλ' ἢ τῶν μελλόντων πραγμάτων προαναφώνησις. Ὁ τοίνυν τοὺς καιροὺς ἀγνοῶν τῶν εἰρημένων ἢ τῶν ἐκβάντων, πῶς δυνήσεται δεῖξαι τῷ φιλονεικοῦντι τὸ τῆς προφητείας ἀξίωμα; Ἐντεῦθεν ἡμῖν καὶ ὁ πρὸς Ἕλληνας ἀγῶνες καὶ νῖκαι, ὅταν πρεσβύτερα ἀποφαίνωμεν τὰ ἡμέτερα τῶν παρ' ἐκείνοις· ἐντεῦθεν ἡμῖν καὶ πρὸς Ἰουδαίους ἀποδείξεις πολλαὶ περὶ τῆς ἀληθείας εἰσίν· πρὸς Ἰουδαίους τοὺς ἀθλίους καὶ ταλαιπώρους, οἳ διὰ τὴν τῶν χρόνων ἄγνοιαν τὸ μέγιστον σφάλμα ἐσφάλησαν. Εἰ γὰρ ἤκουσαν τοῦ πατριάρχου λέγοντος· "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ