1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

7

νοσφίσηται τῶν ἀνατεθέντων Κυρίῳ τῷ Θεῷ καὶ ἐξολοθρεύσῃ ἡμᾶς ἐκ τῆς γῆς. Ἐπικίνδυνος ἡ ἐντολή, πολὺ τὸ τῆς ἀκριβείας τοῦ τε προστάσσοντος Θεοῦ καὶ τοῦ νομοθετοῦντος Ἰησοῦ. Πῶς γὰρ οὐκ ἦν ἐν τοσούτῳ πλήθει μὴ παραβαθῆναι τὸν νόμον τοῦτον, πολλῶν ὄντων τῶν συνωθούντων πρὸς τοῦτο; Ἢ γὰρ τὸ ἀστάθμητον καὶ τὸ φιλοκερδὲς τοῦ δήμου, ἢ τὸ μὴ πάντας κατηκόους γενέσθαι τῆς προτεθείσης ἐντολῆς, ἢ ἡ ποικιλία τῶν σκύλων καθάπερ δέλεαρ προκειμένη καὶ τοὺς φιλοκτήμονας δελεάζουσα, εὐκόλως ἂν πρὸς τὴν παράβασιν παρώρμησεν. Ἀλλ' ὅμως ὁ νόμος οὗτος ἐτέθη καὶ ὑπὲρ κεφαλῆς ὁ τῆς παραβάσεως αὐτοῦ κίνδυνος ἐπεκρεμάσθη. Τί οὖν μετὰ τοῦτο; Κατέπεσεν τὰ τείχη καὶ ἐν χερσὶ τῶν πολιορκούντων τὰ τῆς πόλεως ἐγένετο πάντα. Παντὸς τοίνυν τοῦ λαοῦ τὴν ἐντολὴν ταύτην διατηροῦντος, ἡ τοῦ ἑνὸς παράβασις εἰς ἅπαν τὸ πλῆθος τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. "Ἐπλημμέλησαν γάρ, φησίν, οἱ υἱοὶ Ἰσραὴλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο καὶ ἔλαβον ἀπὸ τοῦ ἀναθήματος καὶ ἔλαβεν Ἄχαρ υἱὸς Χαρμεῖ ἀπὸ τοῦ ἀναθήματος καὶ ἐθυμώθη ὀργῇ Κύριος τοῖς υἱοῖς Ἰσραήλ." Καὶ μὴν εἷς ἦν ὁ πλημμελήσας. Πῶς οὖν, φησίν, "ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ" καὶ "ἐθυμώθη Κύριος τοῖς υἱοῖς Ἰσραήλ"; Ὁρᾷς πῶς ἡ τοῦ ἑνὸςἁμαρτία παντὶ τῷ λαῷ τὴν τιμωρίαν προεξένησεν; πῶς πρὸς τὸ πλῆθος τὸν Θεὸν ἐξεπολέμωσεν; Ἐπεὶ οὖν τὸ παράνομον ἐπράχθη καὶ οὐδεὶς ἦν ὁ συνειδώς, πλὴν μόνου τοῦ τὰ κρύφια γινώσκοντος Θεοῦ, ἡ μὲν τιμωρία ἔμελλεν, ὁ δὲ πράξας τοῦτο, κἂν ἐδόκει λανθάνειν, ἀλλ' ὅμως ὑπὸ τοῦ συνειδότος, ὡς ὑπὸ πυρὸς κατεκαίετο. Ἦλθε τοίνυν καὶ τῆς ἀπειλῆς ὁ καιρὸς καὶ τοῦ φανερὸν γενέσθαι τὸ ἁμάρτημα. "Ἀπέστειλε γάρ, φησίν, Ἰησοῦς ἄνδρας ἀπὸ Ἱεριχὼ εἰς Γαῖ. Καὶ ἀνέβησαν ἐκεῖ ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαῖ καὶ ἀπέκτειναν ἀπ' αὐτῶν τριάκοντα καὶ ἓξ ἄνδρας καὶ ἀπεδίωξαν αὐτοὺς καὶ συνέτριψαν αὐτοὺς καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ." 1.6 Ὅρα μιᾶς ἁμαρτίας εἴσπραξιν, ὅρα πληγὴν ἀπαραμύθητον. Εἷς ἐπλημμέλησεν καὶ εἰς ἅπαντα τὸν δῆμον ὁ θάνατος καὶ ἡ δειλία ἐπέπεσεν. Τί τοῦτο, ὦ φιλάγαθε ∆έσποτα; Σὺ εἶ μόνος δίκαιος καὶ εὐθεῖς αἱ κρίσεις σου. Σὺ ἑκάστῳ κατὰ τὰ οἰκεῖα ἔργα ἀπονέμεις τὴν κρίσιν. Σὺ ἔφης, φιλάνθρωπε, ἐν τῇ ἰδίᾳ ἕκαστον ἀποθανεῖσθαι ἁμαρτίᾳ καὶ μὴ ἄλλον ἀντιτιμωρηθήσεσθαι ἑτέρου. Τίς οὖν αὕτη ἡ δικαία σου ψῆφος; Καλά σου τὰ πάντα, Κύριε, καὶ λίαν καλὰ καὶ πρὸς τὸ συμφέρον ἡμῖν οἰκονομούμενα. Λύμη τίς ἐστιν, φησίν, ἡ ἁμαρτία· οὐκοῦν ἐκπομπευέσθω διὰ τῆς τιμωρίας εἰς πάντας, ἵνα μὴ τοὺς πάντας καταλυμήνηται, ἵνα γνόντες πόσην ἀπειλὴν μία παράβασις ἔτεκεν, φύγωσιν τὴν ἐκ πλειόνων ἀτελεύτητον κόλασιν. Ἰδὼν οὖν, φησίν, ὁ Ἰησοῦς τὴν ἀνυπόστατον φυγήν, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν, ἐκείνους τοὺς θρήνους τραγῳδῶν, οὓς ἡ θεία σημαίνει Γραφή. Τί οὖν πρὸς αὐτὸν ὁ ∆εσπότης; "Ἀνάστηθι· ἵνα τί οὕτω συμπέπτωκας; Ἡμάρτηκεν ὁ λαός σου καὶ παρέβη τὴν διαθήκην μου καὶ οὐ μὴ δυνήσονται οἱ υἱοὶ Ἰσραὴλ στῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθημα ἐξ ὑμῶν αὐτῶν." Ἐκηρύχθη τοίνυν ἐν τῷ λαῷ τοῦτο, μηνύεται ὑπὸ Θεοῦ ὁ τὴν παράβασιν πράξας, συγκατατίθεται οὗτος. "Ἀπεκρίθη γάρ, φησίν, Ἄχαρ τῷ Ἰησοῦ καὶ εἶπεν·Ἀληθῶς ἥμαρτον ἐναντίον τοῦ Κυρίου Θεοῦ Ἰσραήλ· οὕτω καὶ οὕτως ἐποίησα. Εἶδον ἐν τῇ προνομῇ στολὴν ποικίλην, λίαν καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἐνθυμηθεὶς ἔλαβον καὶ ἰδοὺ ταῦτα ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου." Πάντα λοιπὸν εἰς φανερὸν ἄγει, ἐπειδὴ ἀψευδῆ τὸν ταῦτα καταμηνύσαντα ἑώρα ἀσφαλῆ τε εἶχε τὸν ἐλέγχοντα μάρτυρα. Ὅρα δὲ τὸν ἐπονείδιστον καὶ ὀλέθριον αὐτοῦ θάνατον· "Ἀνήνεγκε, φησίν, αὐτὸν Ἰησοῦς εἰς