1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

34

ρομαι καὶ ἱκετεύω καὶ ἀντιβολῶ μὴ μετὰ κηλῖδος, μηδὲ μετὰ πονηροῦ συνειδότος τῇ ἱερᾷ ταύτῃ προσιέναι τραπέζῃ· οὐ γὰρ ἂν εἴη τοῦτο πρόσοδος, οὐδὲ κοινωνία, κἂν μυριάκις ἁψώμεθα τοῦ ἁγίου σώματος ἐκείνου, ἀλλὰ καταδίκη καὶ κόλασις καὶ τιμωρίας προσθήκη. Μηδεὶς τοίνυν ἁμαρτωλὸς προσίτω, μᾶλλον δὲ οὐ λέγω· μηδεὶς ἁμαρτωλός, ἐπεὶ πρότερον ἐμαυτὸν ἀπείργω τῆς θείας τραπέζης, ἀλλὰ μηδεὶς μένων ἁμαρτωλὸς προσίτω. ∆ιὰ τοῦτο ἐντεῦθεν ἤδη προλέγω, ἵνα μὴ τῶν βασιλικῶν καταλαβόντων δείπνων καὶ τῆς ἱερᾶς ἑσπέρας παραγενομένης ἐκείνης, ἔχῃ τις λέγειν· Ἀπαρασκεύαστος εἰσῆλθον καὶ ἐέργομαι, καὶ ὅτι πάλαι ταῦτα προειπεῖν ἐχρῆν. Εἰ γὰρ πάλαι ταῦτα ἤκουσα, πάντως ἂν μετεβαλόμην, πάντως ἂν ἐμαυτὸν καθάρας, οὕτω προσῆλθον. Ἵν' οὖν μηδεὶς ταῦτα προφασίζεσθαι ἔχῃ, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ πολλὴν ἐπιδείξασθαι τὴν μετάνοιαν. Οἶδα ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις καὶ ὅτι οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ δεινόν, ὅτι ἁγνὴν καρδίαν οὐκ ἔχομεν, ἀλλ' ὅτι μὴ ἔχοντες καρδίαν ἁγνήν, οὐδὲ τῷ δυναμένῳ ποιῆσαι ταύτην ἁγνὴν προσερχόμεθα. ∆ύναται γάρ, ἐὰν ἐθέλῃ· καὶ θέλει δὲ μᾶλλον ἡμῶν αὐτῶν· ἀλλὰ ἀναμένει μικρὰν πρόφασιν παρ' ἡμῶν λαβεῖν, ἵνα μετὰ παρρησίας ἡμᾶς στεφανώσῃ. Τίς τοῦ τελώνου γέγονεν ἁμαρτωλότερος; Ἀλλ' ὅτι μόνον εἶπεν· "Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ", κατῆλθεν ὑπὲρ τὸν φαρισαῖον δεδικαιωμένος. Καίτοι πόσην δύναμιν εἶχεν ἡ λέξις ἐκείνη; Ἀλλ' οὐχ ἡ λέξις αὐτὸν ἐκάθηρεν, ἀλλ' ἡ διάθεσις, μεθ' ἧς καὶ τὴν λέξιν ἐκείνην εἶπεν· μᾶλλον δὲ οὐδὲ ἡ διάθεσις μόνη, ἀλλὰ πρὸ ταύτης ἡ τοῦ Θεοῦ φιλανθρωπία. 6.4 Ποῖος γάρ, εἰπέ μοι, κάματος, ποῖος πόνος, ποῖος ἱδρὼς τῷ ἁμαρτωλῷ πεῖσαι ἑαυτὸν ὅτι ἔστιν ἁμαρτωλὸς καὶ πρὸς τὸν Θεὸν τοῦτο εἰπεῖν; Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον ὅτι μικρᾶς παρ' ἡμῶν ἐπιλαβέσθαι προφάσεως βούλεται καὶ τὸ πᾶν αὐτὸς εἰσφέρει λοιπὸν εἰς τὴν σωτηρίαν ἡμῶν; Μετανοήσωμεν τοίνυν, κλαύσωμεν, θρηνήσωμεν. Θυγατέρα τις πολλάκις ἀποβαλὼν τὸν πλείω διατελεῖ τῆς ζωῆς αὐτοῦ χρόνον ἐν θρήνοις καὶ ὀδυρμοῖς· ἡμεῖς ψυχὴν ἀπωλέσαμεν, καὶ οὐ θρηνοῦμεν; σωτηρίας ἐξεπέσομεν, καὶ οὐ κατακοπτόμεθα; Καὶ τί λέγω ψυχῆν καὶ σωτηρίαν; ∆εσπότην παρωξύναμεν οὕτω πρᾷον καὶ ἥμερον, καὶ οὐ κατορύττομεν ἑαυτούς; Καὶ γὰρ οὐχὶ ∆εσπότου κηδεμονικοῦ μόνον, ἀλλὰ καὶ πατρὸς φιλόπαιδος καὶ μητρὸς φιλοστόργου πᾶσαν εὔνοιαν ὑπερβαίνει τῇ περὶ ἡμᾶς κηδεμονίᾳ. "Μὴ ἐπιλήσεται γάρ, φησί, γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει Κύριος." Πιστὴ μὲν οὖν καὶ πρὸ ἀποδείξεως ἡ ἀπόφασις· Θεοῦ γάρ ἐστιν· πλὴν ἀλλὰ καὶ διὰ τῶν πραγμάτων, φέρε, παράσχωμεν τὴν ἀπόδειξιν. Ἡ Ῥεβέκκα ποτὲ κελεύουσα τῷ παιδὶ τὸ κατὰ τὴν κλοπὴν τῶν εὐλογιῶν ὑποκρίνασθαι δρᾶμα καὶ περιστείλασα αὐτὸν πάντοθεν καλῶς καὶ τὸ προσωπεῖον ἐπιθεῖσα τοῦ ἀδελφοῦ, ἐπειδὴ εἶδεν οὐδὲ οὕτω θαρροῦντα, βουλομένη πάντα φόβον τοῦ παιδὸς ἐξελεῖν· "Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον", φησίν. Μητρὸς ὄντως τὸ ῥῆμα, καὶ ἐκκαιομένης τῇ φιλότητι τοῦ παιδός. Ἀλλ' ὁ Χριστὸς τοῦτο οὐκ εἶπεν μόνον, ἀλλὰ καὶ ἐποίησεν. οὐκ ἐπηγγείλατο μόνον, ἀλλὰ καὶ ἐγένετο. Καὶ Παῦλος βοᾷ λέγων· "Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα." Τοῦτον οὖν παροξυνοῦμεν· εἰπέ μοι· καὶ πῶς οὐ γεέννης αὐτῆς τοῦτο χαλεπώτερον καὶ τοῦ ἀτελευτήτου σκώληκος καὶ τοῦ ἀσβέστου πυρός; Ὅταν οὖν τῇ ἱερᾷ τραπέζῃ προσιέναι μέλλῃς, νόμιζε ἐκεῖ καὶ τὸν βασιλέα τῶν ἁπάντων παρεῖναι· καὶ γὰρ πάρεστιν ὄντως, τὴν ἑκάστου καταμανθάνων γνώμην, καὶ τίς μὲν μετὰ προσηκούσης ἁγιωσύνης, τίς δὲ μετὰ πονηροῦ προσέρχεται συνειδότος, μετὰ λογισμῶν ἀκαθάρτων καὶ ῥυπαρῶν, μετὰ