12
τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται" καὶ εἰ παρετήρησαν μετ' ἀκριβείας τοὺς τῆς παρουσίας καιρούς, οὐκ ἔμελλον, ἐκπεσόντες τοῦ Χριστοῦ, τῷ Ἀντιχρίστῳ περιπίπτειν· καθάπερ οὖν καὶ αὐτὸς αὐτοῖς ὁ Χριστὸς τοῦτο αἰνιττόμενος εἶπεν, ὅτι "Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε." Εἶδες πόσον παράπτωμα ἀπὸ τῆς τῶν χρόνων γέγονεν ἀγνοίας; Μὴ τοίνυν ἀμελήσῃς ὠφελείας τοσαύτης. Καθάπερ γὰρ ὅροι καὶ στῆλαι ἐν τοῖς ἀγροῖς τὰς μοίρας οὐκ ἐῶσι συγχεῖσθαι, οὕτως οἱ χρόνοι καὶ οἱ καιροὶ τὰ πράγματα οὐκ ἐῶσιν ἀλλήλοις συμπίπτειν, ἀλλὰ διείργοντες ἀπ' ἀλλήλων αὐτὰ καὶ κατὰ τὴν προσήκουσαν ἕκαστα διατιθέντες τάξιν, πολλῆς ἀπαλλάττουσιν ἡμᾶς ταραχῆς. Ἄξιον τοίνυν εἰπεῖν πρὸς ὑμᾶς τίς ἦν οὗτος ὁ Ὀζίας καὶ πότε ἐβασίλευσεν καὶ τίνων ἐβασίλευσεν καὶ πόσος αὐτῷ γέγονεν ὁ τῆς ἀρχῆς χρόνος καὶ πῶς τὸν βίον κατέλυσεν· μᾶλλον δὲ ἄξιον σιγῆσαι λοιπόν. Ἀνάγκη γὰρ εἰς ἄπειρον πέλαγος ἱστοριῶν ἀφιέναι τὸν λόγον. Τοὺς δὲ τοιοῦτον μέλλοντας πορεύεσθαι πέλαγος, οὐ κεκμηκότων τῶν πλωτήρων, ἀλλ' ἀκμαζόντων, ἅπτεσθαι χρὴ τῆς ὁδοῦ. ∆ιὰ τοῦτο καὶ λιμένες καὶ νῆσοι πανταχοῦ τῆς θαλάσσης εἰσὶ πεφυτευμέναι, ἵνα καὶ κυβερνήτης καὶ ναύτης διαναπαύηται, ὁ μὲν τὴν κώπην ἀποτιθέμενος, ὁ δὲ τῶν οἰάκων ἐξανιστάμενος· διὰ τοῦτο καὶ πανδοχεῖα καὶ καταγώγια πανταχοῦ τῶν ὁδῶν ἐπινενόηται, ἵνα καὶ ὑποζύγια καὶ ὁδοιπόροι τῶν πόνων λήγωσιν. ∆ιὰ τοῦτο καὶ τῷ λόγῳ τῆς διδασκαλίας καιρὸς σιωπῆς ὥρισται, ἵνα μήτε ἑαυτοὺς κατατρίβωμεν τῷ πλήθει τῶν λεγομένων, μήτε ὑμᾶς ἀποκναίωμεν. Καὶ τούτους οἶδε τοὺς καιροὺς καὶ Σολομῶν, οὕτω λέγων· "Καιρὸς τοῦ σιγῆσαι καὶ καιρὸς τοῦ λαλῆσαι." Γενέσθω οὖν ἡμῖν καιρὸς τοῦ σιγῆσαι, ἵνα γένηται καιρὸς τῷ διδασκάλῳ τοῦ λαλῆσαι. Τὰ μὲν γὰρ ἡμέτερα ἔοικεν οἴνῳ προσφάτως τῶν ὑποληνίων ἐξαντληθέντι, τὰ δὲ τούτου προσέοικεν οἴνῳ πεπαλαιωμένῳ καὶ γεγηρακότι, πολλὴν παρέχοντι καὶ τὴν ὠφέλειαν καὶ τὴν ἰσχὺν τοῖς δεχομένοις· καὶ τὸ τοῦ εὐαγγελίου ἐκεῖνο γέγονε σήμερον· μετὰ τὸν ἐλάττονα γὰρ οἶνον ὁ βελτίων εἰσκομίζεται. Καὶ καθάπερ ἐκεῖνον οὐκ ἄμπελος ἔτεκε τότε, ἀλλ' ἡ δύναμις ἐποίησε τοῦ Χριστοῦ, οὕτω καὶ τούτου τὸν λόγον οὐκ ἀνθρωπίνη προχέει διάνοια, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις. Ἐπὶ οὖν δαψιλῆ καὶ πνευματικὰ τὰ νάματα, μετὰ σπουδῆς ὑποδεξώμεθα, μετ' ἀσφαλείας τηρήσωμεν, ἵνα τούτοις ἀρδόμενοι διηνεκῶς, ὥριμον φέρωμεν τὸν καρπὸν τῷ ταῦτα χαρισαμένῳ Θεῷ· μεθ' οὗ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
3.τ Εἰς τὴν ῥῆσιν τῶν Παραλειπομένων τὴν λέγουσαν· "Ὑψώθη ἡ καρδία Ὀζίου", καὶ περὶ ταπεινοφροσύνης, καὶ ὅτι χρὴ μὴ θαρρεῖν τὸν ἐνάρετον,
καὶ ὅσον κακὸν ἡ ἀπόνοια.
3.1 Εὐλογητὸς ὁ Θεός, καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας ἐβλάστησαν μάρτυρες, κατηξιώθημεν καὶ ἡμεῖς ἀνθρώπους ἰδεῖν ὑπὲρ Χριστοῦ σφαττομένους, αἷμα στάζοντας ἅγιον, τὴν Ἐκκλησίαν ἅπασαν ἄρδον, αἷμα στάζοντας, δαίμοσι μὲν φοβερόν, ἀγγέλοις δὲ ποθεινόν, ἡμῖν δὲ σωτήριον. Κατηξιώθημεν ἰδεῖν ἀνθρώπους ὑπὲρ εὐσεβείας παλαίοντας, στεφανουμένους. Οὐκ ἰδεῖν δὲ κατηξιώθημεν μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ σώματα τῶν ἀθλητῶν δέξασθαι, καὶ παρ' ἑαυτοῖς τοὺς στεφανίτας ἔχομεν νῦν. Ἀλλὰ τὸν μὲν περὶ τῶν μαρτύρων λόγον ἀφήσωμεν νῦν τῷ τῶν μαρτύρων ζηλωτῇ, τῷ κοινῷ διδασκάλῳ· αὐτοὶ δὲ τὰ κατὰ τὸν Ὀζίαν πρὸς ὑμᾶς ἐροῦμεν νῦν, παλαιὸν καταβάλλοντες χρέος καὶ χρονίους ὠδῖνας ἀκροάσεως λύοντες. Ὠδίνει γὰρ ἕκαστος