32
ἑστήκασιν. Τοῦτο γὰρ ἐκείνου τὸ ἀξίωμα μεῖζον. Πῶς; Ὅτι οὐχ οὕτω δείκνυσι τὰς δυνάμεις ἐκείνας μεγάλας οὔσας, τὸ Σεραφὶμ εἶναι, ὡς τὸ ἐγγὺς ἑστάναι τοῦ θρόνου τοῦ βασιλικοῦ. Καὶ γὰρ καὶ ἡμεῖς τῶν δορυφόρων ἐκείνους ἐπισημοτέρους εἶναι νομίζομεν, οὓς ἂν ἴδωμεν ἐγγὺς τοῦ ζεύγους ἐλαύνοντας τοῦ βασιλικοῦ. Οὕτω καὶ τῶν δυνάμεων τῶν ἀσωμάτων ἐκεῖναί εἰσιν λαμπρότεραι, ὅσαιπερ ἂν ὦσιν ἐγγὺς τοῦ θρόνου. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἀφεὶς διαλεχθῆναι περὶ τοῦ τῆς φύσεως αὐτῶν ἀξιώματος, πρότερον ἡμῖν διαλέγεται περὶ τῆς τοῦ τόπου προεδρίας, εἰδὼς ὅτι οὗτος μείζων ὁ κόσμος ἐστὶ καὶ τοῦτο τῶν φύσεων ἐκείνων τὸ κάλλος· καὶ γὰρ τοῦτο ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ πᾶσα ἀσφάλεια, τὸ κύκλῳ τοῦ θρόνου ἐκείνου φαίνεσθαι. Τοῦτο καὶ ἐπὶ τῶν ἀγγέλων ἔστιν ἰδεῖν· καὶ γὰρ ἐκείνους βουλόμενος δεῖξαι μεγάλους ὁ Χριστὸς οὐκ εἶπεν ὅτι ἄγγελοί εἰσιν, καὶ ἐσίγησεν· ἀλλ' "ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς". Ὥσπερ γὰρ ἐκεῖ μεῖζόν ἐστι τῆς ἀγγελικῆς ἀξίας τὸ βλέπειν τὸ πρόσωπον τοῦ Πατρός, οὕτω τῆς τῶν Σεραφὶμ ἀξίας μεῖζον τὸ ἑστάναι κύκλῳ τοῦ θρόνου καὶ μέσον ἔχειν αὐτόν. Ἀλλὰ τοῦτο τὸ μέγα καί σοι δυνατόν ἐστιν, ἂν ἐθέλῃς, λαβεῖν. Οὐ γὰρ δὴ τῶν Σεραφὶμ μόνον μέσος ἐστίν, ἀλλὰ καὶ ἡμῶν αὐτῶν, ἂν ἐθέλωμεν. "Οὗ γάρ εἰσι δύο ἢ τρεῖς, φησί, συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν"· καὶ "Κύριος ἐγγὺς τοῖς συντετριμμένοις τῇ καρδίᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σῴζει". ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος βοᾷ· "Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος." Εἶδες πῶς ἡμᾶς ἔστησε μετὰ τῶν Σεραφίμ, ἐγγὺς ἀγαγὼν τοῦ θρόνου τοῦ βασιλικοῦ; Εἶτά φησιν· "Ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί." Τί ἡμῖν αἱ ἓξ πτέρυγες ἐνδείκνυνται αὗται; Τὸ ὑψηλὸν καὶ μετάρσιον καὶ κοῦφον καὶ ταχὺ τῶν φύσεων ἐκείνων. ∆ιὰ τοῦτο καὶ ὁ Γαβριὴλ ὑπόπτερος κάτεισιν, οὐχ ὅτι πτερὰ περὶ τὴν ἀσώματον ἐκείνην δύναμιν, ἀλλ' ὅτι ἐκ τῶν ὑψηλοτάτων κατῆλθε χωρίων καὶ τὰς ἄνω διατριβὰς ἀφεὶς ἀφῖκται. Τί δαὶ καὶ ὁ ἀριθμὸς βούλεται τῶν πτερύγων; Ἐνταῦθα οὐ δεῖ τῆς παρ' ἡμῶν ἑρμηνείας· αὐτὸς γὰρ ἑαυτὸν ὁ λόγος ἐπέλυσεν, τὴν χρείαν ἡμῖν αὐτῶν ἐξηγησάμενος. "Ταῖς γὰρ δυσί, φησίν, ἐκάλυπτον τὰ πρόσωπα" αὐτῶν, ὥσπερ τινὶ διπλῷ διαφράγματι τὰς ὄψεις τειχίζουσαι, διὰ τὸ μὴ φέρειν τὴν ἐκ τῆς δόξης ἐκείνης ἐκπηδῶσαν λαμπηδόνα. "Καὶ ταῖς δυσὶ τοὺς πόδας ἐκάλυπτον", διὰ τὴν αὐτὴν ἔκπληξιν. Εἰώθαμεν γὰρ καὶ ἡμεῖς, ὅταν ὑπό τινος θάμβους κατασχεθῶμεν, πάντοθεν περιστέλλεσθαι τὸ σῶμα. Καὶ τί λέγω τὸ σῶμα, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ τοῦτο παθοῦσα ἀπὸ τῆς ἄκρας ἐπιφανείας καὶ τὰς ἐνεργείας αὐτῆς συνέλκουσα, πρὸς τὸ βάθος καταφεύγει, καθάπερ τινὶ περιβολαίῳ τῷ σώματι ἑαυτὴν πάντοθεν περιστέλλουσα; Ἀλλὰ μή τις ἔκπληξιν καὶ θάμβος ἀκούων, ἀηδῆ τινα ἀγωνίαν αὐταῖς ἐγγίνεσθαι νομιζέτω· καὶ γὰρ μετὰ τῆς ἐκπλήξεως ταύτης καὶ ἡδονή τις ἀφόρητος κεκραμένη ἐστίν. "Ταῖς δὲ δυσὶν ἐπέταντο." Καὶ τοῦτο σημεῖον τοῦ τῶν ὑψηλῶν ἐφίεσθαι συνεχῶς καὶ μηδέποτε κάτω βλέπειν. "Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος, ἅγιος, ἅγιος." Καὶ ἡ κραυγὴ πάλιν τοῦ θαύματος ἡμῖν δεῖγμα μέγιστον· οὐ γὰρ ἁπλῶς ὑμνοῦσιν, ἀλλὰ μετὰ κραυγῆς ἰσχυρᾶς· καὶ οὐδὲ μετὰ κραυγῆς ἁπλῶς, ἀλλὰ καὶ διηνεκῶς τοῦτο ποιοῦσιν. Τὰ μὲν γὰρ λαμπρὰ τῶν σωμάτων, κἂν μεθ' ὑπερβολῆς ᾖ λαμπρά, τότε ἡμᾶς μόνον ἐκπλήττειν εἴωθεν, ὅταν πρῶτον αὐτῶν ταῖς ὄψεσιν ἀντιλαμβανώμεθα· ἐπειδὰν δὲ πλέον αὐτῶν ἐνδιατρίψωμεν τῇ θεωρίᾳ, τῇ συνηθείᾳ τὸ θαῦμα καταλύομεν, τῶν ὀφθαλμῶν ἡμῖν ἐμμελετησάντων λοιπὸν τοῖς σώμασιν. ∆ιὰ τοῦτο καὶ εἰκόνα βασιλικὴν ἄρτι μὲν ἀνατεθεῖσαν καὶ φαιδρὸν ἀπὸ τῶν χρωμάτων στίλβουσαν ἰδόντες, ἐκπληττόμεθα· μετὰ δὲ μίαν καὶ δευτέραν ἡμέραν οὐκέτι. Καὶ τί λέγω εἰκόνα βασιλικήν, ὅπου γε καὶ ἐπ' αὐτῶν τῶν ἀκτίνων τοῦ ἡλίου