1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

25

Ἄκουε· "Στένων καὶ τρέμων, φησίν, ἔσῃ ἐπὶ τῆς γῆς." Καὶ περιῄει ὁ Κάϊν πᾶσι διαλεγόμενος, σιγῇ φωνὴν ἀφιείς, ἀφωνίᾳ παιδεύων. Ἡ γλῶσσα ἐσίγα καὶ τὰ μέλη ἐβόα, καὶ πᾶσι διελέγετο διὰ τί στένει, διὰ τί τρέμει· Ἀδελφὸν ἀπέκτεινα, φόνον εἰργασάμην. Ὁ Μωϋσῆς μετὰ ταῦτα ἔλεγε διὰ γραμμάτων, ἐκεῖνος διὰ πραγμάτων περιῄει πᾶσι λέγων· "Οὐ φονεύσεις." Εἶδες στόμα σιγῶν καὶ πρᾶγμα βοῶν; εἶδες νόμον ἔμψυχον περιφερόμενον; εἶδες στήλην περιερχομένην; εἶδες τιμωρίαν τιμήσεως ἀναίρεσιν; εἶδες κόλασιν παιδεύσεως ὑπόθεσιν γινομένην; εἶδες ψυχὴν ἁμαρτοῦσαν καὶ τὴν σάρκα κολαζομένην; Καὶ μάλα εἰκότως. Οὕτω δὴ καὶ ἐπὶ Ἰωάννην, ἡ ψυχὴ ἥμαρτε καὶ ἡ γλῶσσα ἐδέθη· τοῦ γὰρ ὀργάνου τῆς γλώττης ἀχρήστου λοιπὸν γεγονότος, ἐκεῖνος ὁ τὴν φωνὴν γεννήσας, Ζαχαρίας, ἐτιμωρεῖτο. Οὕτω δὴ καὶ Ὀζίας ἐλεπροῦτο τὸ μέτωπον ἁμαρτών, ἵνα ἐκεῖνος παιδευθῇ. Καὶ ἐξῄει λοιπὸν ὁ βασιλεὺς πᾶσιν ὑπόδειγμα γενόμενος καὶ ἐκαθάρθη τὸ ἱερὸν καὶ ἐξεβάλλετο, οὐδενὸς ὠθοῦντος, καὶ θέλων τὴν ἱερωσύνην προσλαβεῖν καὶ ὃ εἶχεν ἀπώλεσεν. Καὶ ἐξῄει ἀπὸ τοῦ ἱεροῦ. Τὸ μὲν παλαιὸν πάντα λεπρὸν ἦν νόμος ἔξω τῆς πόλεως ἐκβάλλεσθαι· νυνὶ δὲ οὐκέτι. ∆ιὰ τί; Ἐπειδὴ ὡς παιδίοις ἐνομοθέτει ὁ Θεός, τότε λέπρα ἦν τοῦ σώματος, νυνὶ δὲ ἡ λέπρα τῆς ψυχῆς ζητεῖται. Ἐξῄει τοίνυν ὁ βασιλεὺς ἐν λεπρότητι καὶ οὐκ ἐξέβαλον αὐτὸν ἐκ τῆς πόλεως, τάχα αἰδούμενοι τὸ διάδημα αὐτοῦ καὶ τὴν βασιλείαν, ἀλλ' ἐκάθητο πάλιν παρανομῶν. Τί οὖν ὁ Θεός; Ὀργιζόμενος τοῖς Ἰουδαίοις ἔστησε τὴν προφητείαν. Ταῦτα οὖν πάντα διὰ τὸ ῥῆμα τοῦ προφήτου, ἵνα καταβάλω τὸ χρέος. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθω μεν. Ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ ὁ βασιλεὺς λεπρωθείς. ∆έον οὖν καὶ ἀπὸ τῆς πόλεως αὐτὸν ἐκβαλεῖν κατὰ τὸ ἔθος, ὡς ἀκάθαρτον, ὁ δῆμος ἔνδον αὐτοῦ καθεζομένου ἀνέχεται καὶ οὐδὲν τῶν ὀφειλόντων, οὐ μικρὸν οὐ μέγα εἰς λόγον παρρησίας ποιεῖ. Ἐπεὶ οὖν ἀφῆκαν αὐτόν, ἀποστρέφεται αὐτοὺς ὁ Θεὸς καὶ τὴν χάριν παύει τῆς προφητείας· καὶ μάλα εἰκότως. Ἀνθ' ὧν γὰρ τὸν αὐτοῦ νόμον ἠθέτησαν καὶ ἐκβαλεῖν ἀκάθαρτον ὑπεστάλησαν, τὸ προφητικὸν ἵστησι χάρισμα. "Καὶ οὐκ ἦν ῥῆμα τίμιον τότε, καὶ οὐκ ἦν ῥῆσις προφητεύουσα", τουτέστιν οὐ διελέγετο αὐτοῖς διὰ προφητῶν ὁ Θεός· οὐ γὰρ ἐνέπνει τὸ Πνεῦμα αὐτοῖς δι' οὗ ἐφθέγγοντο, ἐπεὶ τὸν ἀκάθαρτον εἶχον· ἐπὶ δὲ τῶν ἀκαθάρτων οὐκ ἐνήργει τοῦ Πνεύματος ἡ χάρις. ∆ιὰ τοῦτο οὐ παρῆν, οὐκ ἐφαίνετο τοῖς προφήταις, ἀλλὰ σιγᾷ καὶ κρύπτει. Ἵνα δὲ τὸ λεγόμενον σαφὲς γένηται, ἐπὶ ὑποδείγματος ποιήσω αὐτὸ φανερόν. Ὥσπερ ἄνθρωπος πρός τινα διακείμενος τῇ στοργῇ, μανικῶς λυπήσαντα αὐτὸν ἐπί τι πρᾶγμα, πρὸς αὐτὸν λέγει· Οὐκέτι ὄψομαί σοι, οὐ λαλῶ σοι, οὕτω καὶ ὁ Θεὸς τότε ἐποίησεν. Ἐπεὶ γὰρ αὐτὸν παρώργισαν, τὸν Ὀζίαν μὴ ἐκβαλόντες· Οὐκέτι, φησί, λαλῶ τοῖς προφήταις ὑμῶν, οὐκέτι πέμπω Πνεύματος χάριν. Ὅρα κόλασιν ἡμερότητος γέμουσαν. Οὐ γὰρ κεραυνοὺς ἀφῆκεν, οὐδὲ ἐκ θεμελίων κατέσεισεν τὴν πόλιν· ἀλλὰ τί; Οὐ θέλετέ με ἐκδικῆσαι; φησίν, οὐχ ὁμιλῶ ὑμῖν. Μὴ γὰρ οὐκ ἠδυνάμην αὐτὸν ἐκβαλεῖν; Ἀλλ' ἐβουλήθην τὸ λειπόμενον ὑμῖν καταλιπεῖν. Οὐ βούλεσθε; Οὐδὲ ἐγὼ ὁμιλῶ ὑμῖν, οὐδὲ κινῶ τῶν προφητῶν τὴν ψυχήν. Οὐκ ἐνεργεῖ τοῦ Πνεύματος ἡ χάρις. Οὐκοῦν ἐξ ἐκείνου σιγὴ ἦν, ἔχθρα Θεοῦ καὶ ἀνθρώπων. Ἐπεὶ οὖν ἐκεῖνος μετὰ ταῦτα ἀπέθανε, καὶ ἐλύθη τῶν καταρῶν ἡ ὑπόθεσις. Ἐπειδὴ οὖν χρόνον πολὺν εἶχεν ὁ προφήτης μὴ προφητεύσας, ἐκείνου δὲ τελευτήσαντος ἐλύθη ἡ ὀργὴ καὶ ἡ προφητεία ἐπανῆλθεν. Λοιπὸν ἀναγκαίως ὁ προφήτης ἐπισημαίνεται τὸν καιρὸν καὶ λέγει· "Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Ὅτε ἀπέθανεν, τότε εἶδον τὸν Κύριον. Πρὶν γὰρ τὸν Θεὸν οὐχ ἑώρων ὀργιζόμενον ἡμῖν. Ἦλθε γὰρ ὁ θάνατος τοῦ ἀκαθάρτου καὶ ἔλυσεν τὴν ὀργήν. ∆ιὰ τοῦτο, πανταχοῦ τῶν βασιλέων τὴν ζωὴν λέγων, ἐνταῦθα