1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

1

Dialogus Athanasii et Zacchaei

Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας λόγος πρὸς ζακχαίον νομοδιδάσκαλον τῶν Ἰουδαίων.

1 Ζακχαίος εἶπεν: Πλανᾶσθε οἱ Χριστιανοὶ πρῶτον ὅτι νομίζετε καὶ ἑτέρους θεοὺς εἶναι παρὰ τὸν ἕνα καὶ μόνον θεόν· τῆς γραφῆς πανταχοῦ λεγούσης, ἕνα εἶναι θεόν: ἄκουε φησὶν Ἰσραήλ. κύριος ὁ θεός σου εἷς ἐστίν· καὶ πάλιν· ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεός. καὶ πάλιν· ἄκουσον λαός μου καὶ λαλήσω σοι ἰσραὴλ καὶ διαμαρτυροῦμαί σοι· ἰσραήλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔστιν ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσῃς θεῷ ἀλλοτρίῳ. ἐγὼ γὰρ εἰμὶ κύριος ὁ θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς αἰγύπτου. καὶ ἄλλα μυρία ταῦτα· δεύτερον δὲ ὅτι καὶ θεὸν λέγετε τὸν χριστόν· καὶ παθητὸν αὐτὸν καὶ ἐκ γυναικός, ἀκούοντες οὐκ αἰσχύνεσθε: 2 Ἀθανάσιος εἶπεν: Θέλεις οὖν σοι πρότερον δείξω ὅτι θεὸς καὶ ὁ χριστὸς ἐν τῇ γραφῇ γέγραπται· καὶ οὐκ εἰσὶ δύο θεοί. καὶ οὕτως, ὅτι καὶ παθητὸς ὁ χριστός, καὶ ἐκ γυναικός. καὶ οὔκ ἐστιν αἰσχύνη τοῖς ἐπικαλουμένοις αὐτόν; ζακχαίος εἶπεν: ∆εῖξον ὅτι θεὸς καὶ ὁ χριστὸς καὶ οὐκ εἰσὶ δύο θεοί: ἀθανάσιος εἶπεν: Πρῶτον ὅτι θεὸς ὁ χριστὸς διδάχθητι· καὶ τότε μαθήσῃ ὅτι οὐ δύο θεοί: ζακχαίος: Εἰπέ: 3 ἀθανάσιος εἶπεν: Βούλομαί σε ἀπὸ τῆς πρώτης βίβλου ὁδηγῆσαι, καὶ οὕτως ἐφεξῆς ἐπὶ τὰς ἄλλας ἀγαγεῖν: ζακχαίος εἶπεν: Οὐκ ἔχεις δεῖξαι: ἀθανάσιος εἶπεν: Κἂν λέγῃ μωυσῆς εἰρηκέναι τὸν θεόν· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. τίνι λέγεις αὐτῷ τὸν θεὸν εἰρηκέναι; 4 ζακχαίος εἶπεν: Ἦν γὰρ τότε ὁ χριστός, ὁ ἐπὶ καίσαρος αὐγούστου γεννηθείς; ἀθανάσιος εἶπεν: Ἦν ἀεὶ θεὸς λόγος ὤν· χριστὸς δὲ ἐκλήθη ἑνωθεὶς τῇ σαρκί: ζακχαίος εἶπε: Πόθεν δῆλον ὅτι ἦν; ἀθανάσιος εἶπε: Τέως γνῶμεν τίνι ἔλεγε· καὶ οὕτως εὑρίσκεται πότερον εἰ ὁ αὐτὸς ἐστὶν ὁ σαρκωθείς, ἢ οὔ; 5 ζακχαίος εἶπεν: Ἐγὼ λέγω ὅτι οὔκ ἐστιν ὁ χριστὸς ᾧ ἔλεγεν: ἀθανάσιος εἶπεν: Ὅλως ἔλεγέ τινι ὁ θεὸς ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν; ζακχαίος εἶπεν: Ἑαυτῷ ἔλεγε: ἀθανάσιος εἶπεν: Ἀλλ' οὐκ εἶπε ποιήσω ἄνθρωπον, ἀλλὰ ποιήσωμεν: 6 ζακχαίος εἶπε: Τοῖς ἀγγέλοις ἔλεγε: ἀθανάσιος εἶπε: Καὶ τοὺς ἀγγέλους, τοῦ θεοῦ συνεργοὺς λέγεις; ζακχαίος εἶπε: Καὶ τί ἄτοπον; ἀθανάσιος εἶπε: Οὐκέτι οὖν πάντα ἐν σοφίᾳ ἐποίησεν; 7 ζακχαίος εἶπε: Καὶ πάντα ἐν σοφίᾳ ἐποίησε: ἀθανάσιος εἶπε: ∆ῆλον οὖν ὅτι αὐτῷ ἔλεγε, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν: ζακχαίος εἶπε: Τί οὖν, ἡ σοφία τοῦ θεοῦ χριστός ἐστιν; ἀθανάσιος εἶπεν: Μὴ σπεῦδε· ἀλλὰ μετὰ πραότητος καὶ φόβου, συνείδησιν ἔχοντος ἀγαθὴν ζητήσωμεν: ζακχαίος εἶπε: Πῶς ἔχεις δεῖξαι ὅτι ἡ σοφία ἐστὶν ὁ χριστός; ἀθανάσιος εἶπε: Συντίθεσαι ὅλως, ὅτι πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ θεός; ζακχαίος εἶπεν: Οὕτως γέγραπται: 8 ἀθανάσιος εἶπεν: Ἡ δὲ σοφία αὐτὴ καὶ ὁ λόγος αὐτοῦ εἴρηται, ὡς ὁ προφήτης λέγει· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. ζακχαίος εἶπε: Ναί· ἀλλ' οὐχὶ ὁ χριστὸς εἶπεν: ἀθανάσιος εἶπε: Τέως ὁμολόγησον ὡς ἡ σοφία ἐστὶν ὁ λόγος ᾧ εἶπε ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· ὡς οὔσης εἰκόνος τοῦ ἀρχετύπου: ζακχαίος εἶπε: Ναί: 9 ἀθανάσιος εἶπεν: Ἡμετέραν δὲ εἰρηκώς, καὶ τοῦ ἀκούοντος τὴν ὑπόστασιν ἔδειξεν· οὐ γὰρ εἶπε κατ' εἰκόνα καὶ ὁμοίωσιν ἐμήν, ἀλλὰ κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν: ζακχαίος εἶπε: Θέλεις εἰπεῖν ὅτι ἄλλος θεὸς ἐστὶν ἡ σοφία τοῦ θεοῦ; ἀθανάσιος εἶπεν: Ἄλλος θεὸς ἐκτὸς τοῦ θεοῦ οὐκ ἔστιν· ὥσπερ οὐδὲ ἄλλο φῶς τὸ ἀπαύγασμα τοῦ φωτός· ἀλλὰ φῶς μὲν τὸ φῶς, καὶ τὸ ἀπαύγασμα φῶς· ἀλλ' οὐχὶ ἄλλο καὶ ἄλλο φῶς· οὕτως καὶ ἡ σοφία τοῦ θεοῦ· θεός, ἀλλ' οὐχὶ ἄλλος καὶ ἄλλος θεός· γέγραπται γάρ· ἐγὼ εἰμὶ θεὸς