1
Scholia in Proverbia (fragmenta e catenis )
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ
Παροιμία ἐστὶν λόγος δι' αἰσθητῶν πραγμάτων σημαίνων πράγματα νοητά. 2 Βασιλεία Ἰσραήλ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ θεοῦ καὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους ἢ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν.
3 1, 2.1 γνῶναι σοφίαν καὶ παιδείαν Τούτου χάριν, φησίν, «ἐβασίλευσεν ἐν Ἰσραὴλ τοῦ γνῶναι παιδείαν καὶ σοφίαν». Καὶ σοφία μέν ἐστιν γνῶσις σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν τούτοις θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία δέ ἐστιν μετριοπάθεια παθῶν περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη. 4 1, 3.3 καὶ κρίμα κατευθύνειν Τὸ κρίμα κατευθύνειν ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον δηλοῖ. Τρία δὲ κριτήρια ἐν ἡμῖν, αἴσθησις, λόγος, νοῦς· καὶ αἴσθησις μὲν τῶν αἰσθητῶν, λόγος δὲ ὀνομάτων καὶ ῥημάτων καὶ τῶν λεγομένων, νοῦς δὲ τῶν νοητῶν. 5 1, 7.3 εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως Ὥσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά· 6 1, 7.4 σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν Οἱ κτώμενοι κακίαν ἐξουθενήσουσι σοφίαν καὶ παιδείαν· λόγῳ δέ, ὡς οἶμαι, οὐδεὶς ἐξουθενεῖ σοφίαν καὶ παιδείαν. 7 1, 9 στέφανον γὰρ χαρίτων ἕξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ Ὥσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω καὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν. Αὕτη γὰρ ἡ συνήθεια τοῦ πνεύματος τοῦ ἁγίου πολλοῖς ὀνόμασιν ὀνομάζειν τὸν θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ τὸν νοῦν καὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν καὶ τὴν κακίαν καὶ τὴν ἀγνωσίαν καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ. Οὐχ ἁπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὥς τινες οἴονται· διαφόρων γὰρ ἐνεργειῶν εἰσι γνωσρίσματα, θεοῦ τε διὰ τῶν ἀγγέλων ἐν ἡμῖν ἐνεργοῦντος καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων τε πρὸς ἡμᾶς καὶ ἡμῶν πρὸς αὐτούς. 8 1, 13 τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα· πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων Ἡ κτῆσις τοῦ δικαίου ἐστὶν σοφία καὶ σύνεσις καὶ φρόνησις· «κτῆσαι γάρ, φησί, σοφίαν καὶ κτῆσαι σύνεσιν» καὶ «ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν». Καταλαμβάνονται δὲ τὴν κτῆσιν ταύτην οἱ ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων παρὰ θεῷ, ἵνα τυφλωθεὶς ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων. 9 Τούτους σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμβάνοντες ἀπ' αὐτῶν τὴν τοῦ θεοῦ πανοπλίαν, τὴν περικεφαλαίαν καὶ τὸν θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ. 10 1, 14.1-2 τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν· κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες. Κοινὸν δέ ἐστιν ὃ μὴ τοῦ ἑνός ἐστι θεοῦ. 11 1, 17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς ∆ίκτυόν ἐστιν κόλασις αἰώνιος παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπ' ἀπωλείᾳ τῶν κακῶς ἀπ' αὐτῶν ἐκφύντων πτερῶν. 12 1, 20 σοφία ἐν ἐξόδοις ὑμνεῖται· ἐν δὲ πλατείαις παρρησίαν ἄγει· 1, 21 ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται· ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας. Τοιαύτη δὲ καὶ ἡ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα. Τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατεῖαν λέγει· «πλάτυνον γάρ, φησίν, τὸ στόμα σου καὶ πληρώσω αὐτὸ» καὶ «πλατύνθητε δὴ καὶ ὑμεῖς» ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος. Καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς ὑμνεῖται ἡ σοφία·