1
In Joannem (homiliae 1-88)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ Εἰς τὸν ἅγιον Ἰωάννην τὸν
Ἀπόστολον καὶ Εὐαγγελιστήν.
59.23 ΟΜΙΛΙΑ Αʹ.
αʹ. Οἱ τῶν ἀγώνων τῶν ἔξωθεν θεαταὶ, ὅταν τινὰ γενναῖον ἀθλητὴν καὶ στεφανίτην ποθὲν ἥκοντα μάθωσι, συντρέχου 59.24 σιν ἅπαντες ὥστε ἰδεῖν αὐτοῦ τὰ παλαίσματα, καὶ τὴν τέχνην καὶ τὴν ἰσχὺν ἅπασαν· καὶ ἴδοις ἂν ὁλόκληρον θέατρον μυριάδων πολλῶν, πάντας ἐκεῖ καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς διανοίας συντείνοντας ὀφθαλμοὺς, ὥστε 59.25 μηδὲν αὐτοὺς τῶν γινομένων παραδραμεῖν. Καὶ μουσικὸς δὲ εἴ τις θαυμαστὸς ἐπιδημήσειε, πάλιν ὁμοίως οἱ αὐτοὶ δὴ οὗτοι πληροῦσι τὸ θέατρον, καὶ πάντα ἀφέντες τὰ ἐν χερσὶν, ἀναγκαῖα πολλάκις ὄντα καὶ κατεπείγοντα, ἀναβάντες κάθηνται, μετὰ πολλῆς τῆς σπουδῆς τῶν ᾠδῶν καὶ τῶν κρουμάτων ἀκούοντες, καὶ τὴν ἀμφοτέρων βασανίζοντες συμφωνίαν. Καὶ ταῦτα μὲν οἱ πολλοί. Οἱ δὲ ῥητορικῶν ἔμπειροι λόγων, καὶ αὐτοὶ πάλιν ἐπὶ τῶν σοφιστῶν τὸ αὐτὸ τοῦτο πράττουσιν. Ἔστι γὰρ καὶ τούτοις θέατρα, καὶ ἀκροαταὶ, καὶ κρότοι, καὶ ψόφος, καὶ βάσανος τῶν λεγομένων ἐσχάτη. Εἰ δὲ ῥητορικῶν αὐλητικῶν τε καὶ ἀθλητικῶν ἀνδρῶν, τῶν μὲν θεαταὶ, τῶν δὲ ὁμοῦ θεωρηταὶ καὶ ἀκροαταὶ μετὰ τοσαύτης κάθηνται τῆς προθυμίας· πόσην ἡμῖν καὶ σπουδὴν καὶ προθυμίαν ἂν εἴητε δίκαιοι παρασχεῖν, οὐκ αὐλητικοῦ τινος, οὐδὲ σοφιστικοῦ νῦν εἰς ἀγῶνα καθιέντος, ἀλλ' ἀνδρὸς ἀπὸ τῶν οὐρανῶν φθεγγομένου, καὶ βροντῆς λαμπροτέραν ἀφιέντος φωνήν; Πᾶσαν γὰρ τὴν οἰκουμένην ἐπέσχε, καὶ κατέλαβε, καὶ ἐνέπλησε τῇ βοῇ, οὐ τῷ μέγα ἀνακραγεῖν, ἀλλὰ τῷ μετὰ τῆς θείας χάριτος κινῆσαι τὴν γλῶτταν. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὕτω μεγάλη οὖσα ἡ βοὴ, οὐκ ἔστι τραχεῖά τις, οὐδὲ ἀηδὴς, ἀλλὰ πάσης μουσικῆς ἁρμονίας ἡδίων καὶ ποθεινοτέρα, καὶ θέλξαι ἐπισταμένη πλέον· καὶ πρὸς τούτοις ἅπασιν ἁγιωτάτη καὶ φρικωδεστάτη, καὶ τοσούτων γέμουσα ἀποῤῥήτων, καὶ τοσαῦτα κομίζουσα ἀγαθὰ, ἃ τοὺς μετὰ ἀκριβείας καὶ προθυμίας λαβόντας καὶ διαφυλάττοντας, οὐκ ἔνι λοιπὸν ἀνθρώπους εἶναι, οὐδὲ ἐπὶ τῆς γῆς μένειν, ἀλλ' ἀνωτέρω πάντων ἑστάναι τῶν βιωτικῶν, καὶ πρὸς τὴν ἀγγελικὴν μεθαρμοσαμένους λῆξιν, καθάπερ τὸν οὐρανὸν, οὕτω τὴν γῆν οἰκεῖν. Ὁ γὰρ τῆς βροντῆς υἱὸς, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ, ὁ στῦλος τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν, ὁ τὰς κλεῖς ἔχων τοῦ οὐρανοῦ, ὁ τὸ ποτήριον τοῦ Χριστοῦ πιὼν, καὶ τὸ βάπτισμα βαπτισθεὶς, ὁ κατακλιθεὶς ἐπὶ τὸ στῆθος τὸ ∆εσποτικὸν μετὰ παῤῥησίας πολλῆς, οὗτος ἡμῖν εἰσέρχεται νῦν· οὐ δρᾶμα ὑποκρινόμενος, οὐδὲ προσωπείῳ κρύπτων τὴν κεφαλὴν (οὐ γὰρ τοιαῦτα ἐρεῖ), οὐδὲ ἐπ' ὀκρίβαντος ἀναβαίνων, οὐδὲ ὀρχήστραν τῷ ποδὶ κατακρούων, οὐδὲ ἐσθῆτι κεκοσμημένος χρυσῇ· ἀλλ' εἰσέρχεται στολὴν ἔχων ἀμήχανον ἔχουσαν κάλλος. Τὸν γὰρ Χριστὸν ἐνδεδυμένος ἡμῖν φανεῖται, τοὺς πόδας ὑποδεδεμένος τοὺς ὡραίους ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, τὴν ζώνην οὐ περὶ τὸ στῆθος ἔχων, ἀλλὰ περὶ τὴν ὀσφύν· οὐκ ἀπὸ δέρματος φοινικοῦ, οὐδὲ ἄνωθεν ἠλειμμένην χρυσῷ, ἀλλ' ἀπὸ τῆς ἀληθείας ἐξυφασμένην καὶ συγκειμένην αὐτῆς. Οὗτος ἡμῖν φανεῖται νῦν, οὐχ ὑπόκρισιν ἔχων· οὐδὲ γὰρ ὑπόκρισις παρ' αὐτῷ, οὐδὲ πλάσμα καὶ μῦθος· ἀλλὰ γυμνῇ τῇ κεφαλῇ γυμνὴν ἀπαγγέλλει τὴν ἀλήθειαν· οὐχ ἕτερος μὲν ὢν, ἕτερα δὲ περὶ αὐτοῦ τοὺς ἀκούοντας πείθων τῷ σχήματι, τῷ βλέμματι, τῇ φωνῇ· οὐκ ὀργάνων πρὸς τὴν ἀπαγγελίαν δεόμενος, οἷον κιθάρας ἢ λύρας, ἤ τινος τῶν τοιούτων ἑτέρου· ἀλλὰ πάντα τῇ