1
In Psalmos 101-107 [Sp.]
ΨΑΛΜ. ΡΑʹ. Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάῃ, καὶ ἔναντι Κυρίου ἐκχέῃ τὴν δέησιν
αὐτοῦ. αʹ. Πρόῤῥησιν μὲν ὁ ψαλμὸς ἔχει τῆς ἐν Βαβυλῶνι τοῦ λαοῦ τῶν Ἰουδαίων
ταλαιπωρίας καὶ τῆς ἐκεῖθεν ἐπαν όδου· προαγορεύει δὲ κατὰ ταὐτὸν καὶ τῶν ἐθνῶν τὴν κλῆσιν καὶ σωτηρίαν· ἁρμόττει καὶ παντὶ συμφορᾷ 55.636 τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκε τεύοντι. Πτωχὸν γὰρ καλεῖ τὸν τῆς θείας ἐνδεῆ προμη θείας, συμβάλλων αὐτὸν τῷ μακαριζομένῳ κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Πᾶς τοιγαροῦν τῷ Θεῷ ἀνακείμενος, πτωχεύων ἐν τοῖς τοῦ βίου πρά γμασι. παρὰ δὲ τῷ Θεῷ πλουτῶν, ἀκηδιᾷ λυπούμενος, ἢ, Ἀθυμεῖ, κατὰ τὸν Σύμμαχον, ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ τε καὶ ἀπωλείᾳ· οἷος ἦν ὁ λέγων· Οἴμοι, ψυχή! ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν 55.637 ἀνθρώποις οὐχ ὑπάρχει· καὶ ὁ εἰπὼν, Οὐκ ἔστι ποιῶν χρηστότητα. Κύριε, εἰσάκουσον τῆς προσευ χῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Ἡ μὲν προσευχὴ τὴν ἱκετηρίαν δηλοῖ τὴν πρὸς τὸν Θεὸν, καὶ τὴν παράκλησιν· ἡ δὲ δέησις τὴν αἴτησιν τὴν περὶ ὧν βούλεται αὐτῷ δεομένῳ παρασχεθῆναι. Λέγει δέ· ∆έξαι μου τὴν ἱκετηρίαν, ὦ ∆έσποτα, καὶ ποτνιωμένῳ τὴν σὴν βοήθειαν ὄρεξον. Τὴν γὰρ κραυγὴν, Οἰμωγὴν ὁ Σύμμα χος εἴρηκεν. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Ἀποστρέφει ὁ Θεὸς τὸ πρώσωπον αὐτοῦ ἀπό τι νων προσευχομένων κατὰ τρόπους πλείονας· ἤτοι τῶν αἰτουμένων μὴ παρακαλούντων λαβεῖν ἃ πρέπει Θεῷ χαρίζεσθαι, καὶ αὐτοῖς λυσιτελεῖ λαβεῖν· ἢ τῷ μὲν, ἃ ἁρμόζει Θεῷ παρέχειν, αἰτεῖσθαι μὴ μὴν αὐτοὺς καιρὸν ἔχειν τὸ ὠφελίμως χωρῆσαι ταῦτα. Εἰσὶ δὲ καὶ οἱ ἐπὶ τὸ ἁμαρτάνειν τυχεῖν τινων ἀξιοῦντες. Ὁ ἅγιος οὖν πα ρακαλῶν λέγει· Μὴ εἴη τοιαῦτά με αἰτῆσαι, ἐφ' οἷς ἀνα νεύσας ἀποστρέφεις ἀπ' ἐμοῦ τὸ πρόσωπον. Εὔχομαι δὲ, οὐχ ὅπως μὴ θλιβῶ, ἀδύνατον γὰρ τοῦτο, ἀλλ' ὅπως θλιβόμενος μὴ ἡττηθῶ, καὶ ὅπως τῇ ἐλπίδι χαρῶ, ὑπομένων ταῖς θλίψεσι, καυχώμενος ἐν αὐταῖς. Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου. ∆ηλοῖ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ ῥήματα, ὡς μελλόντων ἐστὶ πρόῤῥησις, καὶ οὐ γεγενημένων διήγησις. Ἐπειδὴ γὰρ ἐν εὐκληρίᾳ πολλῇ καὶ περιφανείᾳ ἐτύγχανεν ὢν ὁ λαὸς ἐν τῇ τοῦ θεσπεσίου ∆αυῒδ βασιλείᾳ, εἰκότως ὁ προ φήτης τῷ ἐκείνων κεχρημένος προσώπῳ προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γένοιτο τούτου καιρός. Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύ γιον συνεφρύγησαν. Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς.
Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσε· Καὶ τὰ ὀστᾶ μου, ὡς καῦ σις ἐψαθυρώθη. Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου. Ἀλλὰ γὰρ καὶ χόρτῳ παραπλησίως ἀπέσβην, καὶ τὸ πρότερον ἄνθος ἀπώλεσα. Ὅτι ἐπελα θόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Πάσης μὲν γὰρ τροφῆς ἀπεβαλόμην ὄρεξιν, τῆς δὲ προτέρας εὐπαθείας παντελῶς ἐγυμνώθην· τῇ γὰρ ἐξ ἀθυμίας τηκεδόνι κατηναλώθη τὸ σῶμα, γυμνοῖς δὲ τοῖς ὀστέοις ἐπίκειταί μου τὸ δέρμα. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ· ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ