1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

1

Passio sancti Artemii

ΥΠΟΜΝΗΜΑ ΗΓΟΥΝ ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΕΝ∆ΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΑΡΤΕΜΙΟΥ ΣΥΛΛΕΓΕΝ ΑΠΟ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΦΙΛΟΣΤΟΡΓΙΟΥ ΚΑΙ ΑΛΛΩΝ ΤΙΝΩΝ ΠΑΡΑ

ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ. 96.1252 αʹ. Τὰ τοῦ μεγάλου καὶ ἐνδόξου μάρτυρος Ἀρτεμίου διηγεῖσθαι μέλλων ἀνδραγαθήματα, καὶ τὴν ἄθλησιν, τήν τε ἄνωθεν αὐτοῦ καὶ ἐκ προγόνων οὖσαν εὐγένειαν, ὦ ἱερὰ πανήγυρις καὶ θεοσύλλεκτον σύστημα, αὐτὸν ἐκεῖνον ἐπικαλοῦμαι τὸν μάρτυρα, καὶ τὴν ἐπισκιάζουσαν αὐτῷ χάριν τοῦ Πνεύματος, συλλήπτορά μοι γενέσθαι τοῦ λόγου καὶ συνεπίκουρον· καὶ αὐτοὺς ὑμᾶς ἐν παρακλήσει ποιοῦμαι τῶν ὑμετέρων εὐχῶν προσδεόμενος, ἵν' εὔοδόν μοι καὶ ἀπρόσκοπον γένηται τουτὶ τὸ ἐγχείρημα, καὶ κατευθύνον πρὸς ἥνπερ ἐξώρμησα τοῦ μαρτυρίου αὐτοῦ καὶ τῆς ὁμολογίας διήγησιν. Καὶ μήτις μοι ταῦτα ἐγχειροῦντι ἐπιμεμφέσθω, ἀφορῶν εἰς τὸ πρῶτον καὶ ἀρχαῖον τοῦ θαυμασίου τούτου καὶ ἀοιδίμου ἀνδρὸς ὑπόμνημα· ὁ γὰρ ἐκεῖνο συντάξας, ὡς 96.1253 ὁ τότε καιρὸς ἀπῄτει, καὶ ὡς εἶχε δυνάμεως, ἔγραψε, πολλῷ θορύβῳ καὶ ταραχῇ τῶν τότε πραγμάτων συνεχομένων. Οὐ μὲν οὖν οὐδὲ αὐτός τις ἦν τῶν περιεσκεμμένων τε καὶ περὶ λόγους ἐσπουδακότων, ἀλλ' ἁπλοῦς τις καὶ ἀπέριττος μόνης τῆς ἀληθείας πεφροντικὼς, καὶ τὸ λέγειν ὅπως οὖν στοχαζόμενος· καὶ κατὰ τὴν παροιμίαν, ἄκρῳ δακτύλῳ τῆς ἱερᾶς τῶν λόγων παιδείας ἁψάμενος. βʹ. Ὥσπερ οὖν οὐδὲ αὐτὸς ἐγὼ ἀρκούντως ἔχω καὶ ἱκανῶς πρὸς τὴν τοῦ λόγου διήγησιν, κἂν ὁ πόθος τοῦ μάρτυρος καθέλκει καὶ τυραννεῖ μου τὸν λογισμὸν καὶ πρὸς τὸ λέγειν βιάζεται, ἐπαινετὸς μέντοι τῆς προθυμίας καὶ τῆς περὶ τὸν μάρτυρα πίστεως, ὅτι κἂν ὁπωσοῦν ἐτόλμησεν ἅψασθαι τῆς περὶ τὸ μαρτύριον αὐτοῦ διηγήσεως, μάλιστα τοῦ ἀποστάτου καὶ ἀσεβοῦς Ἰουλιανοῦ παραγγείλαντος τοῖς ἁλισκομένοις ἐπὶ τὸ τοῦ Χριστοῦ μαρτύριον μήτε ὑπόμνημα, μήτε ἄλλην τὴν οἱανοῦν ποιεῖσθαι ἀναγραφὴν, καθὼς οἱ πρότερον βασιλεῖς ἐνομοθέτησαν, ἀλλὰ τοὺς πλείονας αὐτῶν ἀναπολογήτους ἀπόλλυσθαι· τούτου τοῦ παραγγέλματος πανταχόσε καταφοιτήσαντος, ἐκολάζοντο μὲν οἱ τὸν Χριστὸν ὁμολογοῦντες· κατὰ δὲ τὸ κρατοῦν ἔθος, οὐδεὶς τῶν ἐκ τοῦ δήμου κομενταρισίων, ἢ τῶν λεγομένων ταχυγράφων, πρόνοιαν ἐποιεῖτο τοῦδε τοῦ παραγγέλματος. Ἐσπούδαζε γὰρ ὁ παράνομος καὶ αὐτὴν τῶν μαρτύρων ἐξαφανίσαι τὴν εὔκλειαν. Μόλις οὖν τινες ἐν ζοφεροῖς τισι καὶ ἀλαμπέσι τόποις κατακρυπτόμενοι, τοιούτων ἐφάπτεσθαι ἐτόλμων ὑπομνημάτων, τὴν τοῦ κρατοῦντος δεδιττόμενοι ἀγριότητα. Πολλαὶ μὲν οὖν μυριάδες ἀνὰ πᾶσαν τὴν οἰκουμένην τῶν Χριστιανῶν κατεφθείροντο, μηδὲ μιᾶς τινος κατὰ τὸ κρατοῦν ἔθος ἀξιούμενοι ἐρωτήσεως· ἀλλὰ τοῦτο μὲν οὐδὲν παρέβλαψε τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, τὸ μὴ τυχεῖν ὑπομνήματος· ὧν γὰρ τὰ ὀνόματα ἐν οὐρανοῖς Θεὸς ἀπεγράφετο, οὐδεμία τις ἦν χρεία τῶν παρ' ἀνθρώποις ὑπομνημάτων. Ἀλλὰ περὶ μὲν τούτων ἅλις. γʹ. Ἐγὼ δὲ, ὦ ἱερὰ πανήγυρις, καὶ Χριστοῦ λαὸς θεοσύλλεκτος, ἔθνος ἅγιον καὶ βασίλειον ἱεράτευμα, πολλοῖς ἐντυχὼν συγγράμμασι, καὶ μάλιστα τῶν τὰς ἱστορίας καὶ πράξεις τῶν βασιλέων συνταξαμένων, ἔπειτα δὲ καὶ τῶν περὶ τὴν ἐκκλησιαστικὴν ἱστορίαν σπουδασάντων, καὶ τὸ τοῦ μάρτυρος εὑρὼν ὄνομα ὧδε κἀκεῖσε