1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

1

Historia arcana († Anecdota)

ΠΡΟΚΟΠΙΟΥ ΑΝΕΚ∆ΟΤΑ. 1.1Ὅσα μὲν οὖνῬωμαίων τῷ γένει ἐν τοῖς πολέμοις ἄχρι δεῦρο ξυνηνέχθη γενέσθαι, τῇδέ μοι δεδιήγηται, ᾗπερ δυνατὸν ἐγεγόνει τῶν πράξεων τὰς δηλώσεις ἁπάσας ἐπὶ καιρῶν τε καὶ χωρίων τῶν ἐπιτηδείων ἁρμοσαμένῳ· τὰ δὲ ἐνθένδε οὐκέτι μοι τρόπῳ τῷ εἰρημένῳ ξυγκείσεται, ἐπεὶ ἐνταῦθα γεγράψεται πάντα, ὁπόσα δὴ τετύχηκε γενέσθαι πανταχόθι τῆςῬωμαίων 1.2 ἀρχῆς. αἴτιον δὲ, ὅτι δὴ οὐχ οἷόν τε ἦν περιόντων ἔτι τῶν αὐτὰ εἰργασμένων ὅτῳ δεῖ ἀναγράφεσθαι τρόπῳ. οὔτε γὰρ διαλαθεῖν πλήθη κατασκόπων οἷόν τε ἦν οὔτε φωραθέντα μὴ ἀπολωλέναι θανάτῳ οἰκτίστῳ· οὐδὲ γὰρ ἐπὶ τῶν συγγενῶν τοῖς γε οἰκειοτάτοις 1.3 τὸ θαρρεῖν εἶχον. ἀλλὰ καὶ πολλῶν τῶν ἐν τοῖς ἔμπροσθεν λόγοις εἰρημένων ἀποκρύψασθαι τὰς αἰτίας ἠναγκάσθην. τὰ τό τε δ' οὖν τέως ἄρρητα μείναντα καὶ τῶν ἔμπροσθεν δεδηλωμένων ἐνταῦθά μοι τοῦ λόγου τὰς αἰτίας σημῆναι δεήσει. 1.4Ἀλλά μοι ἐς ἀγώνισιν ἑτέραν ἰόντι χαλεπήν τινα καὶ δεινῶς ἄμαχον τῶνἸουστινιανῷ τε καὶ Θεοδώρᾳ βεβιωμένων βαμβαίνειν τε καὶ ἀναποδίζειν ἐπὶ πλεῖστον ἐκεῖνο διαριθμουμένῳ ξυμβαίνει, ὅτι δή μοι ταῦτα ἐν τῷ παρόντι γεγράψεται τὰ μήτε πιστὰ μήτε εἰκότα φανησόμενα τοῖς ὄπισθεν γενησομένοις, ἄλλως τε ὁπηνίκα ἐπὶ μέγα ῥεύσας ὁ χρόνος παλαιοτέραν τὴν ἀκοὴν ἀπεργάζεται, δέδοικα μὴ καὶ μυθολογίας ἀποίσομαι δόξαν κἀν τοῖς τραγῳδοδιδασκάλοις τετάξομαι. 1.5 ἐκείνῳ μέντοι τὸ θαρρεῖν ἔχων οὐκ ἀποδειλιάσω τὸν ὄγκον τοῦ ἔργου, ὥς μοι οὐκ ἀμαρτύρητος ὁ λόγος ἐστίν. οἱ γὰρ νῦν ἄνθρωποι δαημονέστατοι μάρτυρες τῶν πράξεων ὄντες ἀξιόχρεῳ παραπομποὶ ἐς τὸν ἔπειτα χρόνον τῆς ὑπὲρ αὐτῶν πίστεως ἔσονται. 1.6 Καίτοι με καὶ ἄλλο τι ἐς λόγον τόνδε ὀργῶντα πολλάκις ἐπὶ πλεῖστον ἀνεχαίτισε χρόνον. ἐδόξαζον γὰρ τοῖς ἐς τὸ ἔπειτα γενησομένοις ἀξύμφορον ἔσεσθαι τοῦτό γε, ἐπεὶ τῶν ἔργων τὰ πονηρότατα μάλιστα ξυνοίσει ἄγνωστα χρόνῳ τῷ ὑστέρῳ εἶναι, ἢ τοῖς τυ1.7 ράννοις ἐς ἀκοὴν ἥκοντα ζηλωτὰ γίνεσθαι. τῶν γὰρ κρατούντων ἀεὶ τοῖς πλείστοις εὔπορος ὑπὸ ἀμαθίας ἡ ἐς τῶν προγεγενημένων τὰ κακὰ μίμησις, καὶ πρὸς τὰ ἡμαρτημένα τοῖς παλαιοτέροις ῥᾷόν τε καὶ ἀπονώ1.8 τερον ἐς ἀεὶ τρέπονται. ἀλλά με ὕστερον ἐς τῶνδε τῶν ἔργων τὴν ἱστορίαν τοῦτο ἤνεγκεν, ὅτι δὴ τοῖς ἐς τὸ ἔπειτα τυραννήσουσιν ἔνδηλον ἔσται ὡς μάλιστα μὲν καὶ τὴν τίσιν αὐτοὺς τῶν ἁμαρτανομένων περιελθεῖν οὐκ ἀπεικὸς εἴη, ὅπερ καὶ τοῖσδε τοῖς ἀνθρώποις ξυνηνέχθη παθεῖν· ἔπειτα δὲ καὶ ἀνάγραπτοι αὐτῶν αἱ πράξεις καὶ οἱ τρόποι ἐς ἀεὶ ἔσονται, ἀπ' αὐτοῦ τε 1.9 ἴσως ὀκνηρότερον παρανομήσουσι. τίς γὰρ ἂν τὸν Σεμιράμιδος ἀκόλαστον βίον ἢ τὴν Σαρδαναπάλου καὶ Νέρωνος μανίαν τῶν ἐπιγενομένων ἀνθρώπων ἔγνω, εἰ μὴ τοῖς τότε γεγραφόσι τὰ μνημεῖα ταῦτα ἐλέλειπτο; ἄλλως τε καὶ τοῖς τὰ ὅμοια πεισομένοις, ἂν οὕτω τύχοι, πρὸς τῶν τυράννων οὐκ ἀκερδὴς αὕτη παντά1.10 πασιν ἡ ἀκοὴ ἔσται. παραμυθεῖσθαι γὰρ οἱ δυστυχοῦντες εἰώθασι τῷ μὴ μόνοις σφίσι τὰ δεινὰ ξυμπεσεῖν. διά τοι ταῦτα πρῶτα μὲν ὅσα Βελισαρίῳ μοχθηρὰ εἴργασται ἐρῶν ἔρχομαι· ὕστερον δὲ καὶ ὅσαἸουστινιανῷ καὶ Θεοδώρᾳ μοχθηρὰ εἴργασται ἐγὼ δηλώσω. 1.11Ἦν τῷ Βελισαρίῳ γυνὴ, ἧς δὴ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, πάππου μὲν καὶ πατρὸς ἡνιόχων, ἔν τε Βυζαντίῳ καὶ Θεσσαλονίκῃ τὸ ἔργον τοῦτο ἐνδειξαμένων, μητρὸς δὲ τῶν τινος ἐν θυμέλῃ πεπορνευ1.12 μένων. αὕτη τὰ πρότερα μάχλον τινὰ βιώσασα βίον καὶ τὸν τρόπον ἐξερρωγυῖα, φαρμακεῦσί τε πατρῴοις πολλὰ ὡμιληκυῖα, καὶ τὴν μάθησιν τῶν οἱ ἀναγκαίων ποιησαμένη, ἐγγυητὴ ὕστερον Βελισαρίῳ γυνὴ γέγονε, 1.13 μήτηρ ἤδη παίδων γενομένη πολλῶν. εὐθὺς μὲν οὖν ἠξίου μοιχεύτρια τὸ ἐξ