1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

2

«Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν,» περὶ ὑμῶν εἴρηται. Τοῦ γὰρ ἐπαγομένου φανερῶς δεικνύντος, ὅτι τὸ Πνεῦμά ἐστιν, οὗ εἴρηται, «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν,» ἠπάτησας αὐτὸς ἑαυτὸν, ἵνα ἐκ τοῦ στόματός σου ἔλεγχος προέλθῃ, καὶ ἀκούσῃς, ὅτι «Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε.» Τὸ γὰρ ἐπαγόμενόν ἐστιν· «Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Τὸ δὲ ὂν Πνεῦμα Κυρίου, Κυρίου ἐστὶ Πνεῦμα, ὅπερ εἴρηται Κύριος. Ὡς γὰρ Υἱὸς Κύριος ὢν, Κύριός ἐστιν· οὕτως τὸ Πνεῦμα, Κύριος ὂν, Κύ ριός ἐστιν. Καὶ πάλιν ἑαυτῷ πρόσωπον ποιησάμενος, ἑαυ τὸν ἠρώτα· Οὐδὲ προσκυνητόν ἐστιν; ἔπειτα αὐτὸς ἑαυτῷ· Οὐκ ἔστιν· οὐδὲ γὰρ γέγραπται. Εἶτα πάλιν λαβὼν Ὀρθοδόξου πρόσωπον, λέγει· Εἰ ἀνθρώποις προσεκύνησαν ἄνθρωποι, φέρε εἰπεῖν, ὡς Ναθὰν ὁ προφήτης τῷ ∆αβίδ· γέγραπται γάρ· «Εἰσῆλθε κατὰ πρόσωπον τοῦ βασιλέως Ναθὰν ὁ προφήτης, καὶ προσεκύνησεν αὐτὸν ἐπὶ τὴν γῆν·» διὰ τί μὴ καὶ τῷ Πνεύματι προσκυνήσομεν πρὸ πάντων ἀνθρώπων; Καὶ αὐτὸς ἑαυτῷ πάλιν ἐπάγει· «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις·» μὴ καὶ τῷ Πνεύματι; Τὸ Πνεῦμα Κύριος οὐκ ἔστιν· ἀλλ' οὔτε Θεός· πῶς οὖν ἔσται προσκυνητὸν, μὴ ὂν ἐν τῷ τῆς προσκυνή σεως ὅρῳ; «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» ∆εῖ γὰρ ἀληθῶς τὸν προσαγόμενον Θεῷ, δι' ἑτέρου τῷ ἁγίῳ Πνεύματι προσάγεσθαι. Εἰ προσκυνήσω λοιπὸν τῷ ἁγίῳ Πνεύ ματι, διὰ τίνος ἢ ἐν τίνι προσκυνήσω προσαχθεὶς αὐτῷ; Τί οὖν ὑμεῖς πρὸς ταῦτα; ∆ικάσεταί σε ἐν ἡμέρᾳ κρίσεως Ναθὰν ὁ προφήτης, ὡς οὐ παρὰ τὸν νόμον πεποιηκὼς καὶ προσκυνήσας τῷ ∆αβίδ. Προσήγαγες γὰρ τὸ ῥητὸν, ὡς ὀφείλων καταδικάσαι αὐτὸν 28.1296 παρανομήσαντα. Εἰ γὰρ ἐκεῖνος τῷ ∆αβὶδ προσεκύ νησε (γέγραπται δέ· «Κυρίῳ τῷ Θεῷ σου προσκυ νήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις»), παρὰ τὸν νό μον πεποίηκε κατὰ τὴν σὴν κατηγορίαν. Ἡμεῖς δὲ οὐ κατηγοροῦμεν τοῦ προφήτου· μὴ γένοιτο! ἀλλὰ διὰ τοῦτο μάλιστα λέγομεν προσκυνητὸν τὸ ἅγιον Πνεῦμα. Οὐκ ἂν γὰρ τῷ ∆αβὶδ προσεκύνησεν ὁ προφήτης, εἰ ψιλὸν ἄνθρωπον ἐγίνωσκεν· ἀλλὰ Χριστὸν Κυρίου διδαχθεὶς αὐτὸν εἶναι, ἐν ἐλαίῳ ἁγίῳ χρισθέντα, προσεκύνει αὐτὸν διὰ τὴν ἐν τῷ ἐλαίῳ τοῦ Πνεύματος ἐνέργειαν Πῶς δὲ, «ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος,» τὸ, «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις,» ἀκούσας, τοῦ ἑξῆς οὐκ ἐπήκουσας, τοῦ, «Καὶ αὐτῷ μόνῳ λα τρεύσεις;» Τοῦτο δὲ ποιεῖς, ἵνα μὴ ἀκούσῃς τὸ, «Μόνῳ λατρεύσεις.» Τίνι; τῷ Πατρὶ, ἢ τῷ Υἱῷ; Καὶ πῶς μόνῳ ἐρεῖς; Ἐὰν ᾖς Χριστιανὸς, ὅτι διὰ τὸ ταυτὸν τῆς φύσεως. Ἐὰν δειχθῇ οὖν καὶ τὸ Πνεῦμα τῆς αὐτῆς φύσεως, τὸ, «Κυρίῳ τῷ Θεῷ σου προσ κυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» Πατέρα καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα λέγει, διὰ τὸ ταυτὸν τῆς φύσεως. Εἰ δὲ μὴ, ἀναγκασθήσῃ ἐπὶ ἑνὸς προσώπου δεχόμενος, τῷ «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» ἢ τὸν Υἱὸν παρακού σασθαι, ἢ τὸν Πατέρα παραγράψασθαι. Ἐὰν οὖν δει χθῇ τῆς αὐτῆς εἶναι φύσεως καὶ θεότητος τῷ Υἱῷ καὶ τῷ Πατρὶ, καὶ τὸ Πνεῦμα τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκχυθὲν, καὶ προσκυνητὸν καὶ λατρευτὸν ἀποδειχθήσεται. Πειρασόμεθα δὲ σὺν εὐ μενείᾳ αὐτοῦ τοῦ Πνεύματος δεῖξαι ταυτὴν τὴν φύσιν ἐκ τῶν θείων λογίων. Καὶ τὸ, «Οὐδεὶς γὰρ δύ ναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ,» οὐ κατὰ τῆς τοῦ Πνεύματός ἐστι προσκυνήσεως. Ὡς γὰρ αὐτὸν τὸν Θεὸν Πατέρα ἐν Πνεύματι καὶ ἀλη θείᾳ προσκυνοῦντες, οὐκ ἀποστεροῦμεν τῆς ἀληθείας τὴν προσκύνησιν, ἀλλ' ἴσμεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς ἡ ἀλήθεια, καὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦντες τὸν Θεὸν, προσκυνοῦμεν τὴν ἀλήθειαν· οὕτω δὴ καὶ τὸ Πνεῦμα προσκυνοῦμεν, ὡς τὴν ἀλή θειαν. Εἰ δὲ, ἐπειδὴ ἐν Πνεύματι προσκυνοῦμεν, οὐ προσκυνεῖς τὸ Πνεῦμα, καὶ ἐπειδὴ ἐν ἀληθείᾳ προσκυνοῦμεν, οὐ προσκυνεῖς τὴν ἀλήθειαν, καὶ νομίζεις δὲ ἐλαττοῦσθαι τὴν τοῦ Πνεύματος ἀξίαν, ἐπειδὴ ἐν αὐτῷ τὸν Υἱὸν Κύριον ὁμολογοῦμεν· ἐλαττώσεις ἄρα καὶ τὴν τοῦ Πατρὸς ἀξίαν, ἐπειδὴ «οὐδεὶς ἔρχεται