1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

6

Ὀρθ. «Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ αὐτὸς δὲ ὁ Πατὴρ ἑαυτοῦ λέγει τὸ Πνεῦμα διὰ τοῦ προφήτου λέγοντος· 28.1305 «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύμα τός μου ἐπὶ πᾶσαν σάρκα.» Μακεδ. Ὁ Υἱός ἐστιν ὁ λέγων. Ὀρθ. Ἀνάγνωθι τὸν Ἀπόστολον, ἵνα ἀκούσῃςαὐτοῦ. Λέγει γὰρ οὕτως, γράφων τῷ ἑαυτοῦ μαθητῇ· «Ὅτε δὲ ἐπεφάνη ἡ χάρις τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χρι στοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν.» Μακεδ. Ἡμεῖς οὐ δυνάμεθα εἰπεῖν μίαν φύσιν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὀρθ. Ὁμολογεῖς καὶ αὐτὸς τὸν Πατέρα εἶναι ἅγιον, περὶ οὗ εἴρηται· «Ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος.» Μακεδ. Ναί. Ὀρθ. Οὕτως λέγεις ἁγίους τοὺς ἀγγέλους, ὡς τὸν Πατέρα; Μακεδ. Οἱ ἄγγελοι μετοχῇ ἁγιασμοῦ εἰσιν ἅγιοι· ὁ δὲ Πατὴρ φύσει ἐστὶν ἅγιος. Ὀρθ. Οὕτως, ὡς οἱ ἄγγελοι μετοχῇ εἰσιν ἅγιοι, ἅγιος ὁ Υἱὸς, ἢ ὡς ὁ Πατήρ; Μακεδ. Ὡς ὁ Πατήρ· κατὰ πάντα γὰρ αὐτὸν ὅμοιον λέγω. Ὀρθ. Τὸ Πνεῦμα τὸ ἅγιον οὕτως λέγεις ἅγιον, ὡς τοὺς ἀγγέλους, ἢ ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν; Μακεδ. Ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν. Ὀρθ. Τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ; Μακεδ. Καὶ εἰ ἀληθῶς, ὡς λέγετε, μία φύσις ἐστί· καθέζε ται δὲ ὁ Υἱὸς ἐκ δεξιῶν τοῦ Πατρός· ποῦ καθέζεται τὸ Πνεῦμα; Ὀρθ. Σὺν αὐτῷ τῷ Χριστῷ. Εἰ γὰρ ἡμεῖς, ὡς λέγει Παῦλος, συγκαθεζόμεθα, δῆλον ὅτι καὶ τὸ Πνεῦμα· διὰ γὰρ αὐτὸ καὶ ἡμεῖς. Μακεδ. Ποῦ γέ γραπται, ὅτι καὶ ἡμεῖς συγκαθεζόμεθα; Ὀρθ. Ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ γέγραπται· «Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησε τῷ Χριστῷ, καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς οὐρανοῖς.» Ἀδύνατον δὲ συγκαθίσαι τινὰ τῷ Χριστῷ μὴ γενόμενον ναὸν τοῦ Πνεύματος. Εἰ δὲ ὁ ναὸς συγκαθέ ζεται, τί ἂν εἴποις περὶ τοῦ ἐνοικοῦντος Πνεύματος; Μακεδ. Ἀποστολικὸν τὸ Πνεῦμά ἐστιν· ἀποστέλλεται γάρ. Ὀρθ. Ὁ γὰρ Υἱὸς οὐκ ἀποστέλλεται; Μακεδ. Ναί. Ὀρθ. Μὴ ἀπὸ τόπου εἰς τόπον ἀπεστάλη; Μακεδ. Οὔ· πανταχοῦ γὰρ λέγω εἶναι τὸν Υἱὸν καὶ τὸν Πα τέρα. Ὀρθ. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ πανταχοῦ λέ γεις; Μακεδ. Ναί. Ὀρθ. Εἰ πανταχοῦ ἐστιν ὁ Πα τὴρ, καὶ πανταχοῦ ἐστιν ὁ Υἱὸς, καὶ πανταχοῦ τὸ Πνεῦμα· τῆς αὐτῆς φύσεώς ἐστι τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα. Μακεδ. Ἐπειδὴ καὶ ὁ διάβολος πανταχοῦ ἐστι, τῆς αὐτῆς φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ; Ὀρθ. Οὐκ ἔστι πανταχοῦ ὁ διάβολος· οὔτε γὰρ ἐν τῷ οὐρανῷ ἐστιν, οὔτε ἐν πάσῃ τῇ γῇ· ἀλλ' ὥσπερ τις τύραννος ἐν τόπῳ τινὶ ὢν, διὰ τῶν προσταγμάτων ἑαυτοῦ ἀποστέλλων ὑπηκόους, πανταχοῦ κρατεῖν λέ γεται, ἔνθα εἰσὶν αἱ ὑπηρετούμεναι αὐτῷ δυνάμεις· καὶ τῇ μὲν ὑποστάσει ἐν ἑνὶ τόπῳ ἐστί· τῇ δὲ ἐνερ γείᾳ τοῦ θελήματος πανταχοῦ ὅπου δ' ἂν κρατῇ, εἶναι λέγεται· οὕτως καὶ ὁ διάβολος τῇ μὲν ὑποστάσει περι 28.1308 έρχεται ἀπὸ τόπου εἰς τόπον, τῇ δὲ ἐνεργείᾳ τοῦ θελήματος πανταχοῦ γῆς, ἐνεργουμένου τοῦ θελήμα τος αὐτοῦ ἐν «τοῖς υἱοῖς τῆς ἀπειθείας, διὰ τῶν ἀρ χῶν καὶ τῶν ἐξουσιῶν, καὶ τῶν κοσμοκρατόρων τοῦ σκότους.» Πατὴρ δὲ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, οὐσίᾳ, καὶ δυνάμει, καὶ δόξῃ πανταχοῦ, καὶ ἐν πᾶσι, καὶ διὰ πάντων εἰσίν. Εἰ δὲ τοῦτο, μία ἄρα οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Μακεδ. Πατὴρ μὲν καὶ Υἱὸς οὐσίᾳ καὶ βουλῇ καὶ δυνάμει καὶ δόξῃ πανταχοῦ καὶ ἐν πᾶσι· τὸ δὲ Πνεῦμα ἐκεῖ ἐστιν, ἔνθα ἀποστέλλεται. Ὀρθ. Ὅτε οὖν κατῆλθεν ἐν τῷ ὑπερῴῳ ἔνθα ἦσαν οἱ μαθηταὶ, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, οὐκ ἦν καὶ ἐν τῷ οὐρανῷ; Μακεδ. Ὁ γὰρ Γαβριὴλ, ὅτε ἀπεστάλη πρὸς τὴν Μαρίαν, οὐκ ἦν καὶ ἐν τῷ οὐρανῷ; Ὀρθ. Οὐσίᾳ, οὔ· διανοίᾳ, ναί. Μακεδ. Οὕτω λέγω καὶ τὸ Πνεῦμα. Ὀρθ. Καὶ πῶς ἀκούεις τοῦ λέγοντος, ὅτι «Πνεῦμα Κυρίου πε πλήρωκε τὴν οἰκουμένην· καὶ τὸ συνέχον πάντα γνῶ σιν ἔχει φωνῆς;» Τί δέ ἐστι τὸ τὴν τοῦ Θεοῦ γνῶσιν ἔχον, ἀλλ' ἢ τὸ Πνεῦμα, περὶ οὗ εἴρηται· «Πνεῦμα γνώσεως καὶ