1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

11

ἀκούεις· «Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν·» τὸ δὲ Πνεῦμα οὔ; «Εἰ συναπεθάνομεν, καὶ συμβασι λεύσομεν·» τὸ δὲ Πνεῦμα οὔ; Μακεδ. Καὶ τὸ Πνεῦμα βασιλέα λέγεις; Ὀρθ. «Εἰ ὁ θάνατος ἐβασίλευσεν ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας,» πῶς οὐχὶ τὸ Πνεῦμα τῆς ζωῆς βασι λεύει ἡμῖν; Μακεδ. Ἡμεῖς λέγομεν, ὅτι ὁ Πατήρ ἐστι βασιλεὺς, καὶ ὁ Υἱός· τὸ δὲ Πνεῦμα ὑπηρέτης. Ὀρθ. Οὐδὲ οἶδας σαυτοῦ τὴν αἵρεσιν. Ὁ γὰρ ὑπηρέτης, κἂν μὴ ᾖ βασιλεὺς, τῆς αὐτῆς ἐστι τῷ βασιλεῖ οὐσίας. Λέγεις οὖν καὶ αὐτὸς τῆς αὐτῆς οὐσίας εἶναι τῷ Θεῷ τὸ Πνεῦμα. Μακεδ. Οὔ. Ὀρθ. Τὸ δὲ μὴ ὂν τῆς αὐτῆς οὐσίας κτίσμα ἐστὶ καὶ τρεπτὸν, καὶ ἀλλοιωτόν· ἀλλὰ προωμολόγηται ἄτρεπτον καὶ ἀναλλοίωτον καὶ ἄκτιστον εἶναι· τῆς αὐτῆς ἄρα οὐσίας τῷ Θεῷ καὶ τῷ Υἱῷ αὐτοῦ ἐστι. Μακεδ. Εἷς οὖν ἐστι καὶ ὁ αὐτὸς Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦ μα; Ὀρθ. Μὴ γένοιτο εἰπεῖν τοῦτο! εἰ γὰρ ἦν εἷς καὶ ὁ αὐτὸς Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, οὐκ ἂν εἴρητο παρ' ἡμῶν τῆς αὐτῆς εἶναι οὐσίας. Οὐδὲ γὰρ αὐτὸς ἑαυτῷ τῆς αὐτῆς οὐσίας εἶναι λέγεται. Μακεδ. Ποῦ γέγραπται Θεὸς τὸ Πνεῦμα; Ὀρθ. Ὅταν λέγει ὁ προφήτης, «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ,» περὶ τίνος λέγει; Μακεδ. Περὶ τοῦ Υἱοῦ. Ὀρθ. Καίτοιγε ὁ Υἱὸς λέγει· «Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· αὐτὸ γὰρ τὸ Πνεῦμα διδάξει ὑμᾶς, τί δεῖ ποιεῖν.» Εἰ δὲ οἱ ὑπὸ τοῦ Πνεύματος διδασκόμε νοι διδακτοὶ Θεοῦ ἀκούουσι, τί ἄλλο ἂν εἴη τὸ Πνεῦμα, σαυτὸν ἐρώτα. Μακεδ. ∆ιδακτοὶ Θεοῦ ἀκούουσιν οἱ ὑπὸ τοῦ Πνεύματος διδασκόμενοι, ἐπειδὴ ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοὺς διδάσκει. Ὀρθ. Οὐκ εἶπεν· Ἔσονται πάντες διδακτοὶ τοῦ Θεοῦ, ἀλλ' ἄνευ τοῦ ἄρ θρου. Μακεδ. Τρεῖς οὖν εἰσι Θεοί; Ὀρθ. Μὴ γένοιτο! Εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Θεὸς ὁ Υἱὸς, καὶ εἷς Θεὸς τὸ ἅγιον Πνεῦμα. Μακεδ. Τρεῖς οὖν Θεοί; Ὀρθ. Ὁμολογεῖς καὶ αὐτὸς Θεὸν εἶναι τὸν Πατέρα, καὶ Θεὸν τὸν Υἱὸν, ἢ οὐδὲ τοῦτο; Μακεδ. Ὁμολογῶ Θεὸν τὸν Πατέρα, καὶ τὸν Υἱόν. Ὀρθ. ∆ύο οὖν Θεοὺς λέγεις; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ὥσπερ οὖν Θεὸν λέγων τὸν Πατέρα καὶ Θεὸν τὸν Υἱὸν, οὐ δύο Θεοὺς λέγεις· οὕτως ὁμολογῶν καὶ τὴν τοῦ Πνεύματος θεότητα, μὴ τρεῖς λέγε Θεούς· «Ἄκουε, γὰρ, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι.» Μακεδ. Εἷς οὖν ἐστι Θεὸς, Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Ὀρθ. Εἷς Θεὸς, οὐχ ὡς τριώνυμος, ἀλλ' ὡς οἱ ἐν Χριστῷ κατηρτισμένοι, εἷς τῷ λόγῳ τῆς συμφωνίας καὶ τῆς φύσεως. Μακεδ. Κἀγὼ λέγω μίαν συμφωνίαν. Ὀρθ. Εἰπὲ καὶ φύσιν, ἵνα μακάριος γένῃ. Μακεδ. Οὐ δύναμαι εἰπεῖν μίαν φύ σιν. Ὀρθ. Οὐκοῦν εἰπὲ ἀνομοίους. Μακεδ. Οὐδὲ τοῦτο λέγω. Ὀρθ. Οὔτε οὖν ψυχρὸς εἶ, κατὰ τὸ γεγραμμέ 28.1321 νον, οὔτε θερμός· εἰ γὰρ ἦς ψυχρὸς, ἀνομοίους ἂν εἶπες τὰς φύσεις· εἰ ἦς θερμὸς, ἀπαραλλάκτους. Μα κεδ. Ἀπαράλλακτον λέγω φύσιν τὸν Υἱόν. Ὀρθ. Φύσις δὲ φύσεως ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι φύσις. Ὁμοίως γάρ ἐστιν ἀθάνατος, ὁμοίως ἅγιος, ὁμοίως ἄφθαρτος, ὁμοίως ἄτρεπτος. Πατὴρ δὲ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα ὁμοίως εἰσὶ τὰ προειρημένα. Μία ἄρα φύσις ἐστὶ τῷ λόγῳ τῆς ταυτότητος. Μακεδ. Ἀλλὰ ὑποτάσσεσθαι λέγω τῷ Πατρὶ τὸν Υἱὸν, καὶ πῶς δύνα μαι εἰπεῖν μίαν φύσιν; Ὀρθ. Τὴν γὰρ ὑποταγὴν, τῆς φύσεως ὑποταγὴν εἶναι λέγεις, ἢ τῆς οἰκονομίας; Μακεδ. Τῆς φύσεως. Ὀρθ. Οὐκοῦν ἀνόμοιον λέγεις τὴν φύσιν; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ὅταν λέγῃ ὁ Προφήτης· «Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,» τὴν φύσιν τῶν ἀλόγων τῇ φύσει τῶν ἀνθρώπων ὑποτάσσεσθαι λέγει; Μακεδ. Ναί. Ὀρθ. Ἀνόμοιος δὲ ἡ φύσις τῶν κτηνῶν τῇ φύσει τῇ ἀνθρω πίνῃ; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν λέγῃ. «Ὑπέταξελαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν,» οὐ τὴν φύσιν τῇ φύσει λέγει, ἀλλὰ τὴν τῆς ἁμαρτίας δουλείαν τῇ ἐλευθερίᾳ τῆς πίστεως; Μακεδ. Ναί. Ὀρθ. Ἄλλως οὖν ἡμῖν τὰ κτήνη ὑποτάσσεται, καὶ ἄλλως τὰ ἔθνη; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν λέγῃ ἡ Γραφὴ, «Οἱ δοῦλοι ὑποτασσόμενοι τοῖς κατὰ σάρκα κυρίοις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς,» ἄλλως τὰ κτήνη, καὶ ἄλλως τὰ