1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

3

πρὸς τὸν Υἱὸν, ἐὰν μὴ ὁ Πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐτὸν πρὸς αὐτόν.» Τοῦτο γὰρ ἐν τῷ Εὐαγγελίῳ γέ γραπται· καὶ ὁ Ἀπόστολος βοᾷ· «Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ αὐτὸς ὁ Πατὴρ ἐν τοῖς προφήταις, πρὸς αὐτὸν τὸν Υἱὸν λέγει· «Ἰδοὺ προσήλυτοι διελεύσονταί σοι δι' ἐμοῦ.» Εἰ δὲ καὶ διὰ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν καλούμεθα, οὐκ ἐλαττοῦσθαι ἄρα τούτου ἕνεκεν τῆς ἀξίας τὸ Πνεῦμα. Προσαγόμεθα τῷ Πνεύματι. Ἀνά γνωθι τὰς Γραφὰς καὶ μάθε, ὅτι, ὥσπερ διὰ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, καὶ διὰ τοῦ Υἱοῦ πρὸς τὸν 28.1297 Πατέρα. Ἀντιστρέφει γὰρ, καθὼς προαποδέδοται. Ὡς οὖν διὰ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, οὕτως διὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα. Οὐ γὰρ πρότερον ἐνοικήσαντος τοῖς ἀποστόλοις τοῦ Πατρὸς, ἐγνώσθη ὁ Υἱός· ἀλλὰ πρότερον αὐτῶν γνόν των τὸν Υἱὸν, καὶ μαθητευθέντων, καὶ ἀποσταλέν των δύο δύο, ὡς γέγραπται, καὶ γραφέντων αὐτῶν τῶν ὀνομάτων ἐν τοῖς οὐρανοῖς, καὶ καταξιωθέντων τῆς θείας θεοπτείας ἐν τῇ ὀπτασίᾳ τῆς ἀναστά σεως, τότε δέδοται αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Θεοῦ, ὁδηγοῦντος αὐτοὺς πρὸς τὴν τοῦ Πνεύμα τος χάριν. Καὶ ὥσπερ λέγοντες Κύριον Ἰησοῦν, ἐκ τῆς ὁδηγίας αὐτοῦ τοῦ Πνεύματος τοῦτο γνόντες εἰρήκαμεν· οὕτως ὁδηγούμενοι παρὰ τοῦ Υἱοῦ εἰς τὴν τοῦ Πνεύματος γνῶσιν, ἐβαπτίσθημεν εἰς Πατέρα, καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· δηλονότι ἀποκαλύψαντος τοῦ Υἱοῦ τὴν εἰς τὸ Πνεῦμα μυσταγωγίαν. Πῶς δὲ οὐ θέλεις προσκυνεῖσθαι τὸ Πνεῦμα τὸ ἅγιον, εἰς ὃ ἐβαπτίσθης; Τί γὰρ ἄρα μεῖζόν ἐστι, προσκύνησις ἢ βάπτισμα; Πῶς δὲ οὐχ ὁμολογούμε νόν ἐστιν, ὅτι τῆς προσκυνήσεως τὸ βάπτισμα μεῖ ζον, ὅπου γε καὶ κατηχούμενοι προσκυνοῦσι Πατέρα καὶ Υἱὸν, οὐκ ἔχουσι δὲ τελειότητα, ἐὰν μὴ βαπτι σθῶσιν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος; Εἰ δὲ μή εἰσι τέλειοι Χριστια νοὶ οἱ κατηχούμενοι πρὶν ἢ βαπτισθῶσι, βαπτισθέν τες δὲ τελειοῦνται· τὸ βάπτισμα ἄρα μεῖζόν ἐστι τῆς προσκυνήσεως, ὃ τὴν τελειότητα παρέχει. Καὶ τοῦτό ἐστιν «ἡ λογικὴ καὶ ζῶσα λατρεία ἡμῶν,» ἣν ὁ Ἀπόστολος λέγει· «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογι κὴν λατρείαν ὑμῶν.» Παρεστήσαμεν δὲ τὰ αὐτὰ λογικὴν λατρείαν, συνταφέντες τῷ Χριστῷ ἐν τῷ βαπτίσματι. Τὸ ἄρα, «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» τὴν τοῦ βαπτί σματος εἰσάγει διδασκαλίαν. Πρὸς τούτοις ἑαυτῷ ἐπήγαγεν, ὡς ἡμῶν εἰρηκότων· Εἰ μήτε Κύριός ἐστι, μήτε Θεὸς, μήτε προσκυνητὸς, πῶς συναριθμεῖται τῇ Τριάδι, Καὶ τότε τὸ ἑαυτοῦ τίθησι· Τῷ ὀνόματι συναριθμεῖται, φησὶ, τῷ τοῦ Πνεύματος, μὴ τῷ τοῦ Πατρὸς, ἢ Θεοῦ, ἢ Υἱοῦ συναριθμεῖται ὀνόματι. Οὕτως κάλει, μήτε πλεῖον οὗ ἔχει· ἀρκεῖ ται γὰρ τῷ οἰκείῳ ἀξιώματι. Κἄν τε γὰρ θέλῃς πλεῖον οὗ ἔχει προσθεῖναι, οὐκ ἐφίεται· οὐ γὰρ ἐξ ὧν σὺ δοξάζεις προσλαμβάνεται τῷ ὅρῳ τοῦ πρὸ πάσης κτίσεως τιμήσαντος. Ἡμεῖς δὲ πρὸς αὐτόν· Συναρίθμησον καὶ πάντας ἀγγέλους τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἀκούσας παρ' αὐτοῦ τοῦ Θεοῦ· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἀγαθὸν οὐ καταξιοῖς τῆς τοῦ ὀνόματος συναριθμήσεως· τοὺς δὲ ἀνθρώπους ἀναγ κασθήσῃ, ἐξ ὧν δέδωκας, συναριθμῆσαι τῷ Θεῷ; Ἡμεῖς δὲ οὐ τῷ ὀνόματι συναριθμοῦμεν (οὐδὲν γὰρ τοῦτο μέγα), ἀλλ' αὐτῇ τῇ φύσει, ὡς ὕστερον ἀποδεί ξομεν, πρότερον ἐλέγξαντες τὴν ἐν τῷ σχεδαρίῳ σου ματαίαν ἀδολεσχίαν. Ἀληθῶς δὲ, καθὼς καὶ ἄκων ὡμολόγησας, κἂν θέλῃς αὐτῷ τι προσθεῖναι, λέγω δὴ τῷ ἁγίῳ Πνεύματι, οὐκ ἐφίεται· κἂν θελήσῃς ὑφελεῖν, σεαυτὸν ἀδικεῖς· ἀρκεῖται γὰρ τῷ οἰκείῳ 28.1300 ἀξιώματι, εἴπερ ἔστιν ἐπὶ Πνεύματος ἀξίωμα λέγειν. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ. Οὔτε γὰρ προσθεῖναί τι δύνῃ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, οὔτε ὑφελεῖν τι, κἂν θέλῃς ὑφελεῖν· σεαυτὸν γὰρ ἀδικεῖς· ἐπεὶ πάντα τέλεια ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ οὐδὲν ἀτελὲς, ἵνα καὶ προσλάβηται ἔξωθεν. Ὅρῳ γὰρ τοῦ πρὸ πάσης κτίσεως τετίμηται, ὡς αὐτὸς γέγραφας, διὰ τούτου παραστῆσαι