1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

4

θέλων μὴ εἶναι αὐτὸ αὐτοῦ Πνεῦμα τῇ ἀληθείᾳ, ἀλλὰ τῇ χάριτι, καθάπερ καὶ τὰ ἄλλα πάντα λειτουργικὰ, καὶ οὐ φύσει εἰσὶν αὐτοῦ πνεύματα. Πρὸς τούτοις πάλιν ἑαυτῷ ἐπήγαγεν, ὡς παρ' ἡμῶν αὐτῷ εἰρημένον· Οὐκ ἔστιν οὖν ὁμότιμον τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ πάλιν ἑαυτῷ ἀποφαίνεται· Οὐκ ἔστιν· ἐπειδὴ οὐδὲ γέγρα πται. Περὶ μὲν γὰρ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γέγρα πται· «Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Μὴ εἶπε, καὶ τὸ Πνεῦμα. Πρὸς ταῦτα ἡμεῖς πρὸς αὐτόν· Μακάρια τὰ ὦτα τὰ μὴ ἀκούσαντα ὑμῶν, καὶ ψυχαὶ αἱ φυλαχθεῖσαι ἄτρωτοι ἀπὸ τῶν ὑμετέρων λόγων. Καὶ πῶς, οὐ λογιζόμενος ὁμότιμον εἶναι τὸ Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὁμοτίμως εἰς αὐτὸ βαπτίζῃ; Ἢ οὐ δοκεῖ σοι τιμᾶσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν τῇ τοῦ βαπτίσματος ὁμολογίᾳ; Καὶ εἰ μὴ τοῦτό ἐστιν ἡ τιμὴ, τί καὶ βαπτιζόμεθα; Τί καὶ κινδυνεύομεν πᾶσαν ὥραν ἐπὶ τῷ φυλάξαι τὸ βάπτισμα ἄσπιλον, ἀγωνιζόμενοι πρὸς τὰς μεθόδους τοῦ διαβόλου; Πῶς δὲ οὐ δοκεῖ σοι πάσης θυσίας ἀνωτέρα εἶναι ἡ τῶν σωμάτων ἡμῶν παράστασις, τοῦ Ἀπο στόλου λέγοντος· «Ὅπως παραστήσητε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ·» Πᾶσα δὲ θυσία εἰς τιμὴν Θεοῦ γίνεται. Ταύτην δὲ Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι προσηγάγομεν κἀν τῷ βαπτίσματι, οὐκ ἐν διαφόρῳ τόπῳ, οὐδὲ ἐν ἄλλῳ τρόπῳ τιμήσαντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα. Καὶ ἔτι ἑαυτὸν ἐρωτᾷ, ὡς παρ' ἡμῶν ἐπερωτώ μενος· Τί οὖν; λέγεις τὸ Πνεῦμα κτίσμα; Οὐκοῦν ἔσται τῶν κτισμάτων ἕν. Εἶτα αὐτὸς ἑαυτῷ· Εἰ γέ γραπται, λέγω· εἰ δὲ οὐ γέγραπται, οὐ λέγω. Καὶ πάλιν ἑαυτῷ ἀνθυποφέρει, ὡς παρ' ἡμῶν ἐπενεχθὲν αὐτῷ, καί φησι· Γέγραπται, ὅτι «Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.» Καὶ αὐτὸς ἑαυτῷ· Ἀλλ' οὐ κοινοποιεῖται τοῖς, πᾶσι μοναδικὸν ὂν τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ ἡ κοινότης τῶν λέξεων κοινοποιεῖται τὰς φύσεις· ἐπεὶ ἄρα ὁμοτιμία ἐν τοῖς κτίσμασιν. Ἡμεῖς δὲ πάλιν πρὸς ταῦτα· Εἰ φόβον Θεοῦ εἶχεν ἡ καρδία σου, οὐ γέγραφε πονηρίαν, ἀλλ' ἐξ εὐθείας ἔλεγες, ὃ ἐφρόνεις. Φοβῇ δὲ εἰπεῖν, οὐ τὸν Θεὸν φοβούμενος, ἀλλὰ τὸν ὄχλον, ὡς οἱ Φαρισαῖοι τὸ βάπτισμα Ἰωάννου φοβη θέντες εἰπεῖν, πόθεν ἦν. Καὶ φοβούμενος οὐ σιωπᾷς, ἀλλὰ βοᾷς· βοᾷς δὲ τοῖς εἰδόσι, τί ἐστιν, «ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.» Καὶ γὰρ διελογίσαντο οἱ Φαρισαῖοι· «Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ· ∆ιὰ τίοὖν οὐκ ἐπιστεύσατε αὐτῷ; καὶ ἐὰν εἴπωμεν, Ἐξ ἀν θρώπων, φοβούμεθα τὸν ὄχλον.» Τοῦτο καὶ αὐτὸς δια λογίζῃ· Ἐὰν εἴπωμεν, Οὐκ ἔστι κτίσμα, ἐροῦσι· 28.1301 ∆ιὰ τί οὖν οὐ προσκυνεῖς αὐτῷ; Ἐὰν εἴπω, Κτίσμα, φοβοῦμαι καὶ τὸν ὄχλον. Ὁ γὰρ λαὸς ἅπας λιθοβο λήσει ἡμᾶς, ἀποταξάμενος τῇ κτίσει, καὶ συνταξάμε νος Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι. Τί οὖν ποιεῖς; Κτίσμα λέγων κρύπτεις τὸν δόλον, καὶ αὐτὸ κατασκευάζεις εἰρηκώς· Ἀλλ' οὐ κοινοποιεῖται τοῖς πᾶσι, μοναδικὸν ὃν, τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ ἡ κοι νότης τῶν λέξεων κοινοποιεῖται τὰς φύσεις. Ἐπεὶ ἄρα ἔσται ὁμοτιμία ἐν τοῖς κτίσμασιν· ὅ ἐστι· Κτίσμα μέν ἐστιν, οὐκ ἔστι δὲ ὁμότιμον τοῖς κτίσμασιν. Ὡς εἰ ἔλεγέ τις· Ὁ ἥλιος μοναδικόν ἐστιν ἄστρον, καὶ οὐκ ἔστιν ὁμότιμον τοῖς ἀστράσι. Πᾶν ἄστρον ἐστὶν ἡμεροφανὲς, κἂν μὴ κοινοποιῆται τοῖς ἄλλοις ἄστροις. Καὶ τί ἐστιν ἀσεβέστερον τοῦ εἰπεῖν κτίσμα τὸ Πνεῦ μα τὸ ἅγιον, λέγοντος τοῦ Υἱοῦ, ὅτι «Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν.» Αὐτοῦ λέγοντος τὸ Πνεῦμα τοῦ Πατρὸς εἶναι, σὺ πῶς κτίσμα αὐτὸ λέγεις; Πῶς δὲ οὐκ ἀκούεις τοῦ Πατρὸς λέγοντος· «Ἐν ταῖς ἐσχά ταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶ σαν σάρκα·» καὶ ἔτι· «Ἰδοὺ ὁ Παῖς μου ὁ ἐκλεκτὸς, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν;» Καὶ πρὸς τούτοις ὁ Πέτρος λέγει· «Ὑμεῖς ἐπίστασθε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς Ἰουδαίας· ἀρξάμενον γὰρ ἀπὸ Γαλιλαίας μετὰ τὸ βάπτισμα, ὃ ἐκήρυξεν Ἰωάννης, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει.» Ἆρα τῷ ἑαυτοῦ κτίσματι χρίεται ὁ Υἱός; Καὶ πῶς οὐκ ἀνόητον εἰπεῖν τοῦτο; Καὶ αὐτὸς δὲ ὁ Υἱὸς λέγει· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν