1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

14

ἐστι. Κἂν ἀγένητος ὁ Υἱὸς, ἀλλ' οὐκ ἀπάτωρ· ἔχει γὰρ Πατέρα τὸν Θεὸν, ἐξ οὗ καὶ γεγέννηται. Ὁ δὲ Πατὴρ καὶ ἀγένητος καὶ ἀναίτιος καὶ ἀπάτωρ. Μακεδ. Οὐκ ἐγένετο οὖν τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ; Ὀρθ. Μὴ γένοιτο! Πῶς γὰρ ὁ Πατὴρ λέ γει τιθέναι αὐτὸ ἐπὶ τὸν Υἱὸν, εἴπερ δι' αὐτοῦ ἐγέ νετο; Μακεδ. Ποῦ γέγραπται, ὅτι ὁ Πατὴρ ἐπὶ τὸν Υἱὸν τίθησι τὸ Πνεῦμα; Ὀρθ. «Ἰδοὺ ὁ Παῖς μου ὁἀγαπητὸς, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν.» Μακεδ. Οὐ τοῦτο λέγει τὸ Πνεῦμα. Ὀρθ. Ἔστι γὰρ ἄλλο Πνεῦμα τοῦ Πατρός;Μακεδ. Καὶ αὐτὸς ὁ Πατὴρ Πνεῦμά ἐστι· καὶ ὅταν λέγει, «Θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτὸν,» δύναμιν αὐτοῦ λέγει. Ὀρθ. Ὅταν οὖν λέγει, «Ἐφ' ὃν ἂν ἴδῃςτὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν,» τὴν δύναμιν αὐτοῦ λέγει; Μακεδ. Οὔκ, ἀλλ' αὐτὸ τὸ Πνεῦμα τὸν Παράκλητον λέγει. Ὀρθ. Ἄλλο οὖν εἶπετῷ προφήτῃ τιθέναι ἐπ' αὐτὸν, καὶ ἄλλο τῷ Ἰωάννῃ. Μακεδ. Ὃ εἶπε τῷ Ἰωάννῃ τιθέναι ἐπ' αὐτὸν, ἔστιν ὁ Παράκλητος· ὃ δὲ εἶπε διὰ τοῦ προφήτου, τὴν δύ ναμιν τὴν ἑαυτοῦ λέγει. Ὀρθ. ∆ύο Πνεύματα ἔχει ὁ Θεός; Μακεδ. Αὐτὸς ὁ Θεὸς Πνεῦμά ἐστι· λέγεται δὲ καὶ ἡ δύναμις αὐτοῦ Πνεῦμα. Ὀρθ. Ἡ δύναμις αὕτη Πνεῦμα ἐνυπόστατον. Μακεδ. Ἐνυπόστατον τί ἐστιν, οὐ νοῶ· τὴν δύναμιν αὐτοῦ εἶπε τιθέναι. Ὀρθ. Τὴν δύναμιν αὐτοῦ, ἣν εἶπε τιθέναι, ἐνυπόστατός ἐστιν. Μακεδ. Αὐτό ἐστιν ὁ Θεός. Ὀρθ. Καίτοιγε εἰρηκὼς τῷ Ἰωάννῃ· «Ἐφ' ὃν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν·» καὶ τοῦ Ἰωάννου θεασαμένου, ἐπήγαγε τὴν παρὰ τῷ προ φήτῃ σημαινομένην φωνήν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου.» Ὁρᾷς, ὅτι αἱ αὐταὶ φωναὶ κεῖνται· ἵνα μὴ ἄλλο διὰ τοῦ προφήτου Πνεῦμα, καὶ ἄλλο τῷ Ἰωάννῃ εἰρημέ νον νοήσωμεν; Ἔπειτα μάθε καὶ παρὰ τῷ Λουκᾷ, τί γέγραπται. Ὅτι, κατελθόντος τοῦ Πνεύματος καὶ μεί ναντος ἐπ' αὐτὸν, καὶ τῆς φωνῆς λεγομένης, λέγει· «Ἰησοῦς δὲ, Πνεύματος ἁγίου πλήρης, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.» Μακεδ. Τὸ Πνεῦμα οὖν τὸ ἅγιον πλήρωσίς ἐστι τοῦ Χριστοῦ; 28.1329 Ὀρθ. Ὁ εὐαγγελιστὴς λέγει, ὅτι Ἰησοῦς ἦν πλήρης Πνεύματος ἁγίου. Μακεδ. Μεῖζον οὖν λέγει τὸ Πνεῦμα τοῦ Υἱοῦ. Ὀρθ. Μὴ γένοιτο! Μακεδ. Εἰ ἐπλήρωσεν αὐτὸ τὸν Υἱὸν, εἰ ἐν τῷ Πνεύματι ἄγε ται, μεῖζον αὐτοῦ ἐστιν. Ὀρθ. Καὶ πάλιν λέγω, μὴ γένοιτο τοῦτο εἰπεῖν! ἀλλ' ὥσπερ ἐὰν ἀκούσῃς, ὅτι ὁ Υἱὸς ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, οὔτε τόπον νοεῖς ἐπὶ Θεὸν, οὔτε μείζονα τὸν Υἱὸν ἡγῇ, ἀλλ' ἐκ τῆς ὑπερβαλλούσης τιμῆς τὸ ταυτὸν τῆς φύσεως νοεῖς· οὕτως, ἐὰν ἀκούσῃς, ὅτι ὁ Ἰησοῦς πλήρης Πνεύματος ἁγίου, μὴ ἐλλείψεως πλήρωσιν νομίσῃς, μήτε μεῖζον τὸ Πνεῦμα ἡγῇ· ἀλλ' ἐκ τῆς ὑπερβαλ λούσης τιμῆς καὶ ἑνώσεως τὸ αὐτὸν τῆς φύσεως νόει ἐν τρισὶ τελείαις ὑποστάσεσιν. Ὅτι δὲ ἐπ' αὐτὸν τὸν Υἱόν ἐστι τὸ Πνεῦμα, ἄκουε καὶ αὐτοῦ λέγοντος τοῖς Ἰουδαίοις· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με·» καὶ τοῦ Πέτρου· «Ὅτι ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει.» Μακεδ. Ἐγὼ ἀμαθής εἰμι, ἄγω τὸν διδάσκαλόν μου, καὶ διαλέγε ταί σοι. Ὀρθ. Γένοιτό σοι τὸν εὐσεβῆ λογισμὸν λαβεῖν διδάσκαλον! ἵνα μὴ ἀνθρώποις ᾖς ἀκολουθῶν, ἀλλὰ τῷ Θεῷ τῷ εἰρηκότι· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ἀμήν. ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ Ἑτέρα διάλεξις πρὸς Μακεδονιανὸν, περὶ τοῦ,

εἰ ἐφόρεσε σῶμα ἔμψυχον ὁ τοῦ Θεοῦ Λόγος. ΜΑΚΕ∆ΟΝΙΑΝΟΣ. Οὐ μόνον σφάλλεσθε λέγοντες, ὅτι ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ὅτι καὶ ψυχὴν εἶχε σαρκωθεὶς ὁ Κύριος. ΟΡΘΟ∆ΟΞΟΣ. Οὐ μόνον