1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

17

ἔμψυχον ζῶον, συγχωρῶν αὐτῷ ἔχειν τὰ πάθη, οὐ τὰ τῆς ἁμαρτίας, ἀλλὰ τὰ τῆς φύσεως· ἵνα μὴ φαντασία νομισθῇ, καὶ Μανιχαῖος μανῇ. Μακεδ. ∆ῶμεν, ὅτι περὶ ψυχῆς καλῶς λέγεις, διὰ τί καὶ ὁμοούσιον λέγετε τὸν Υἱὸν τῷ Πατρί; Ὀρθ. Ὅτι ὃν ἐὰν εἴπῃς λόγον τῆς οὐσίας τοῦ Πατρὸς, τοῦτον αὐτὸν τὸν λόγον εἶναι τιθέμεθα καὶ τῆς τοῦ Υἱοῦ οὐσίας. Μακεδ. Ἀλλὰ τοῦτο οὐκ ἔστιν ὁμοούσιον, ἀλλὰ ὁμοιοούσιον. Ὀρθ. Τὸ ὁμοιοούσιον, ἵν' οὕτως εἴπω, ἄγροικος σοφία ἐστίν· ὡς ἐὰν λέγῃ τις τὸν ὁμότροπον ὁμοιότροπον, ἢ τὸν ὁμογενῆ ὁμοιογενῆ, ἢ τὸν ὁμόδοξον ὁμοιόδοξον, ἢ τὸν ὁμόφρονα ὁμοιόφρονα. Μακεδ. Οὔκ· ἀλλὰ τὸ ὁμοιοούσιον ἐπὶ τῶν ἀσωμάτων· τὸ δὲ ὁμοούσιον ἐπὶ τῶν σωμάτων. Ὀρθ. Εἶπον, ὅτι ἄγροικος σοφία ἐστί· μᾶλλον γὰρ τὸ ὁμοιοούσιον ἔδει λέγεσθαι παρ' ὑμῶν ἐπὶ τῶν σωμάτων, ἐφ' ὧν καὶ ὁμοιότης, τὸ δὲ ὁμοούσιον ἐπὶ τῶν ἀσωμάτων, ἐφ' ὧν ἡ ταυτότης· τὸ γὰρ ὁμοούσιόν ἐστι τὸ ταυτοούσιον. Μακεδ. Ἀλλὰ τὰ ὁμοούσια ἔχουσι προϋποκειμένην οὐσίαν. Ὀρθ. Οὐκ ἀληθῶς λέγεις· καὶ γὰρ ὁμοούσιός ἐστιν ἡ Εὔα τῷ Ἀδὰμ, καὶ οὐκ ἔχουσι προϋποκειμένην οὐσίαν ἀνθρώπων. Μακεδ. Ἀλλὰ τὴν γῆν ἔχουσι προϋποκειμένην. Ὀρθ. Ἀλλ' οὐ διὰ τοῦτό εἰσιν ὁμοούσιοι, ἐπειδὴ ἐκ τῆς γῆς εἰσιν, ἀλλ' ὅτι τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς οὐσίας. Μακεδ. Ἐγὼ δὲ διὰ τοῦτο λέγω ὁμοουσίους, ἐπειδὴ ἐκ τῆς αὐτῆς εἰσιν οὐσίας, ἐκ τῆς γῆς. Ὀρθ. Εἶπε οὖν καὶ τοὺς κύνας, καὶ τοὺς ὄφεις, καὶ πάντα τὰ ἄλλα ζῶα, ὁμοούσια τοῖς ἀνθρώποις· καὶ οὐ μόνον τὰ ἄλογα ζῶα, ἀλλὰ καὶ τὰ φυτὰ, καὶ εἴ τι ἕτερόν ἐστιν ἐκ τῆς γῆς. Ὁμωνύμως γὰρ πάντα γήϊνα καλοῦνται· ἀλλ' οὐ τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς οὐσίας. Μακεδ. Ἐγὼ οὐκ ἀκολουθῶ Ἀριστοτέλει. Ὀρθ. Οὐδὲ γὰρ ἐγώ. Μακεδ. Ἀλλὰ Ἀριστοτέλης εἶπε τῶν ὁμωνύμων τὸν λόγον τῆς οὐσίας ἕτερον εἶναι. Ὀρθ. Σὺ 28.1337 δὲ τὸν αὐτὸν εἶναι λόγον λέγεις τῆς οὐσίας ἀνθρώπων καὶ ὄνων, καὶ βοῶν, καὶ ἵππων, καὶ τῶν ἄλλων ζώων; Μακεδ. Ναί. Ὀρθ. Τὸν αὐτὸν ἄρα λόγον ἔχεις τῆς οὐσίας τοῖς ἀλόγοις; Μακεδ. Ναί. Ἐκ τῆς γῆς γὰρ ἐγενόμεθα πάντες. Ὀρθ. Ἐγὼ μὲν οὐκ Ἀριστοτέλει ἀκολουθῶν, ἀλλ' αὐτῇ τῇ ἀληθείᾳ, τῶν ὁμωνύμων τὸν λόγον τῆς οὐσίας οὐ τὸν αὐτὸν λέγω, οὐδὲ ταυτὰ τοῖς ἀλόγοις τὰ λογικά. Πᾶς δὲ αἱρετικὸς «παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Μακεδ. Μὴ ὕβριζε διαλεγόμενος. Ὀρθ. Ἐγὼ οὐχ ὑβρίζω· ἀλλ' ἡ σὴ φωνὴ τοῦτο συνήγαγε.