1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

5

ἔχρι σέ με. Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Καὶ ὁ Πέτρος δὲ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγει οὕτως· «Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τὴν δὲ ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεε τοῦτο, ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.» Ἆρα ὃ αὐτὸς ἔκτισε, λαμβάνει παρὰ τοῦ Πατρός; καὶ οὐκ ἔσχεν ἐξουσίαν τοῦ ἑαυτοῦ κτίσματος; Ἀλλ' ἐρεῖς· Μεῖζον οὖν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ; Ἀποκρινόμεθά σοι τοίνυν· Μὴ γένοιτο! Οὐδεὶς ἡμῶν τοῦτο λέγει. Ἀλλ' ἔδει αὐτὸν, δούλου μορφὴν λαβόντα, χρίεσθαι, οὐκ ἔτι ἐλαίῳ τῷ κατὰ τὸ παλαιὸν κατασκευαζομένῳ προστάγματι Θεοῦ, ἀλλ' ἐλαίῳ ἀγαλ λιάσεως παρὰ τοὺς μετόχους. «∆ιὰ, γὰρ, τοῦτο, φησὶν ὁ ∆αβὶδ, ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.»- «∆ιὰ τοῦτο,» ποῖον; ὅτι, Θεὸς ὢν καὶ Υἱὸς, μορφὴν δούλου ἔλαβεν. Ἐπειδὴ δὲ προεπηγγειλάμεθα δεικνύναι τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς φύσεως ὂν Πατρὶ καὶ Υἱῷ, ἀκολούθως διάλογον ἐκ δύο προσώπων ἐνστησάμενοι, τοῦτο δεῖξαι σπουδάσωμεν, σὺν εὐμενείᾳ αὐτοῦ τοῦ Πνεύματος. Συντυχόντες τινὶ τῶν τὰ αὐτὰ τῷ γράψαντι τὸ σχεδάριον φρονούντων, ἔφημεν οὕτως· Μόνος ἔχειν τὴν ἀθανασίαν εἴρηται ὁ Θεὸς παρὰ τῷ Ἀποστόλῳ· «Ὁ μόνος γὰρ, φησὶν, ἔχει ἀθανασίαν, φῶς 28.1304 οἰκῶν ἀπρόσιτον.» Μακεδ. Ναί. Ὀρθ. Ἔχουσι δὲ καὶ οἱ ἄγγελοι, καὶ ἀρχαὶ, καὶ ἐξουσίαι, θρόνοι καὶ κυριότητες; Μακεδ. Ναί. Ὀρθ. Πῶς οὖν μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν; Μακεδ. Ὅτι ὁ Θεὸς αὐτός ἐστιν ἡ ἀθανασία· οἱ δὲ ἄγγελοι μετοχῇ εἰσιν ἀθανασίας ἀθάνατοι, καὶ οἱ ἀρχάγγελοι, καὶ πάντα τὰ ἐπουρά νια. Ὀρθ. Καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἔχει ἀθανασίαν, ἢ οὔ; Μακεδ. Καὶ πάνυ. Ὀρθ. Οὕτως ὡς ὁ Πατὴρ, ἢ ὡς τὰ ἐπουράνια; Μακεδ. Ὡς ὁ Πατήρ. Ὀρθ. Πῶς οὖν μόνος ὁ Πατὴρ ἔχει τὴν ἀθανασίαν; Μακεδ. Ὅτι ἀ παράλλακτός ἐστι κατ' οὐσίαν ὁ Υἱὸς τῷ Πατρί. Ὀρθ. Μόνος οὖν Θεὸς ὁ Υἱὸς, ὡς καὶ ὁ Πατὴρ, λέγεται διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας; Μακεδ. Οὕτως ἔχειν τὴν ἀθανασίαν τὸν Υἱὸν ὁμοίως τῷ Πατρὶ λέγω. Ὀρθ. Ἔχει τε καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὴν ἀθανασίαν; Μακεδ. Ἔχει. Ὀρθ. Οὕτως ἔχει ὡς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἢ ὡς ἄγγελοι, καὶ ἀρχαὶ, καὶ ἐξουσίαι, μετοχῇ καὶ χάριτι; Μακεδ. Ὡς ὁ Πατὴρ, καὶ ὁ Υἱός. Ὀρθ. Τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκ ἔτι οὖν μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν. Εὑρέθη γὰρ καὶ ἄλλη φύσις οὕτως αὐτὴν ἔχουσα, ὡς αὐτὸς ὁ Θεός. Μακεδ. Πάλιν οὖν τὰ τρία ἓν λέγω. Ὀρθ. Ταῖς ὑποστάσεσιν οὐχ ἓν, ἀλλὰ τρία. Μακεδ. Πῶς οὖν λέγω μίαν φύσιν; Ὀρθ. Ὅτι ὁμοίως ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, τὴν τοῦ Πατρὸς ἀθανασίαν ἔχει. Καὶ ὥσπερ Παῦλος, καὶ Πέτρος, καὶ Τιμόθεος, φύσεως μιᾶς εἰσι, καὶ τρεῖς ὑποστάσεις· οὕτως Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τρεῖς ὑποστάσεις λέγω, καὶ μίαν φύσιν. Μακεδ. Ἀλλὰ τῶν ἀνθρώπων προϋπάρχου σιν ἄλλοι ἄνθρωποι· ἄρα καὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος προϋπάρχει ἄλλη φύσις. Ὀρθ. Μὴ γένοιτο! Μακεδ. Πῶς οὖν λέγεις· Οὕτως, ὡς ἐπὶ ἀνθρώπων; Ὀρθ. Τῶν μὲν ἀνθρώπων, Παύλου, καὶ Πέτρου, καὶ Τιμοθέου, προϋπάρχουσιν ἄνθρωποι, καὶ τῶν πρὸ αὐτῶν ἄλλοι· τοῦ δὲ Ἀδὰμ οὐ προϋπάρχει ἄλλος, ἀλλ' αὐτὸς ὁ Θεός. Πατρὸς δὲ καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος οὐδὲν προϋπάρχει· ἀλλ' ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς γεγέννηται, καὶ τὸ Πνεῦμα ἐκπορεύεται. Μακεδ. Οὐκ ἔστιν οὖν τοῦ Υἱοῦ τὸ Πνεῦμα; Ὀρθ. Πάντα μὲν τὰ τοῦ Πατρὸς, εἰσὶ καὶ τοῦ Υἱοῦ. Καὶ γὰρ ὁ Ἀπόστολος λέγει καὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα, οὕτως λέγων· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο σύνην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείροντος Χριστὸν Ἰησοῦν ἐκ τῶν νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Καὶ αὐτὸς δὲ ὁ Υἱὸς εἶπε, τοῦ Πατρὸς αὐτοῦ εἶναι τὸ Πνεῦμα. Μακεδ. Πῶς;