1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

7

εὐσεβείας;» Μακεδ. Ἁγιαστικόν ἐστι τὸ Πνεῦμα. Ὀρθ. Ὁ γὰρ Πατὴρ οὐχ ἁγιάζει; Ἢ οὐγέγραπται ἐν τοῖς Εὐαγγελίοις· «Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου;» Καὶ διὰ τοῦ προφήτου λέγει· «Ἐγὼ Κύριος ἁγιάζων αὐτούς.» Μακεδ· Ναὶ, ἁγιάζει καὶ ὁ Πατὴρ καὶ ὁ Υἱός. Ὀρθ. Εἰ ἁγιάζει ὁ Πατὴρ καὶ ἁγιάζει καὶ ὁ Υἱὸς, καὶ ἁγιάζει καὶ τὸ Πνεῦμα· τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ· ὧν γὰρ ἡ αὐτὴ ἐνέργεια, καὶ ἡ αὐτὴ φύσις. Μακεδ. Ἡμεῖς ὁδηγητικὸν λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον. Ὁ δὲ ὁδηγῶν πρὸς ἄλλον ὁδηγεῖ. Ὀρθ. Οὐχ ὁδηγεῖ οὖν ὁ Θεός; Μακεδ. Ποῦ γέγραπται; Ὀρθ. Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ τίς ἐστι; Μακεδ. Ὁ Θεός. Ὀρθ. Ἄκουε οὖν τοῦ ∆αβὶδ λέγοντος·»Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες· ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι.» Ἀκούεις, ὅτι καὶ ποιμαίνει καὶ ὁδηγεῖ ὁ Θεός; Μακεδ. Ναὶ, ποιμαίνει καὶ ὁδηγεῖ ὁ Θεός· ἀλλὰ πρὸς ἑαυτὸν ὁδηγεῖ. Τὸ δὲ Πνεῦμα οὐ πρὸς ἑαυ τὸν, ἀλλὰ πρὸς πᾶσαν τὴν ἀλήθειαν ὁδηγεῖ. Ὀρθ. Ὁ γὰρ Θεὸς οὐ πρὸς πᾶσαν ἀλήθειαν ὁδηγεῖ; Μακεδ. Ἀλλ' αὐτός ἐστιν ἀληθῶς ἡ πᾶσα ἀλήθεια. Ὀρθ. Τὴν αὐτὴν ἄρα ὁδηγεῖ ὁδηγίαν, ἣν ὁδηγεῖ τὸ Πνεῦμα. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, καὶ ἡ αὐτὴ φύσις. Οὐδὲ γὰρ δύνῃ εἰπεῖν, ὅτι τὸ μὲν Πνεῦμα ἄλλως ὁδηγεῖ, ὁ δὲ Θεὸς πρὸς πᾶσαν τὴν ἀλήθειαν· τοῦ Κυρίου Ἰησοῦ εἰρηκότος, ὅτι αὐτὸ τὸ Πνεῦμα ὁδηγεῖ ἡμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν. Μακεδ. Ἀλλ' εἶπον, ὅτι ὁ Θεός ἐστιν ἡ πᾶσα ἀλήθεια, καὶ αὐτὸς πρὸς ἑαυτὸν ὁδηγεῖ, τὸ δὲ Πνεῦμα οὐ πρὸς ἑαυτὸ, ἀλλὰ πρὸς πᾶσαν ἀλή θειαν, ὅ ἐστι πρὸς τὸν Θεόν. Ὀρθ. Καὶ εἰ ὁ Θεὸς πρὸς ἑαυτὸν ὁδηγεῖ, τίς ἡ χρεία τῆς τοῦ Πνεύματος ὁδηγίας; Μακεδ. Πρῶτον ὁδηγεῖ τὸ Πνεῦμα, καὶ τότε ὁ Θεός. Ὀρθ. Εἰ ὁ ὁδηγῶν πρὸς ἄλλον τινὰ ὁδηγεῖ, 28.1309 ὁδηγεῖ δὲ τὸ Πνεῦμα πρὸς τὸν Θεόν· καὶ ὁ Θεὸς, ὁδη γῶν, πρὸς ἄλλον τινὰ ὁδηγεῖ. Μακεδ. Εἶπον, ὅτι πρὸς ἑαυτόν. Ὀρθ. Οὐκ ἄρα ὁ ὁδηγῶν, πρὸς ἄλλον τινὰ ὁδηγεῖ, ἀλλὰ πρὸς ἑαυτόν. Εἰ δὲ τοῦτο, καὶ τὸ Πνεῦμα ὁδηγοῦν, καὶ πρὸς ἑαυτὸ ὁδηγεῖ, καὶ πρὸς τὸν Πατέρα, καὶ πρὸς τὸν Υἱόν. Ἡ γὰρ πᾶσα ἀλήθεια, πρὸς ἣν ὁδηγούμεθα, ἡ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστιν ὁδηγία· κἂν ὁδηγῇ ὁ Πατὴρ, πρὸς ἑαυτὸν ὁδηγεῖ· κἂν ὁδηγῇ τὸ Πνεῦμα, πρὸς ἑαυτὸ ὁδηγεῖ. Μακεδ. Ἀλλ' εἶπον, ὅτι πρῶτον ὁδηγεῖ τὸ Πνεῦμα, καὶ τότε ὁ Θεός. Ὀρθ. Ἀλλ' εἰ τὴν αὐτὴν ὁδηγίαν ὁδηγεῖ τῷ Θεῷ τὸ Πνεῦμα τὸ ἅγιον, ὧν ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ φύσις. Μακεδ. Ἀλλὰ τοῦτο ζητεῖται, εἰ πρῶτον τὸ Πνεῦμα ὁδηγεῖ, καὶ τότε ὁ Θεός. Ὀρθ. Εἶπον, ὅτι οὐδὲν ποιεῖ, κἂν πρῶτον τὸ Πνεῦμα ποιῇ, κἂν πρῶτον ὁ Θεὸς, ὅπερ οὐκ ἔστι κοινόν· μᾶλλον γὰρ εὑρεθήσεται ἐν τοῖς πλείοσιν ὁ Θεὸς πρῶτος ὁδηγῶν τοῦ Πνεύματος κατὰ τὸν σὸν λόγον. Ἡμεῖς γὰρ λέγομεν τὴν αὐτὴν καὶ κατὰ ταυ τὸν εἶναι ὁδηγίαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύ ματος. Ἐπεὶ δὲ σὺ μερίζεις τὸν καιρὸν καὶ τὴν ὁδηγίαν, εἰπὲ παρὰ τίνος ὡδηγήθη πρώτου Ἀδὰμ, μένων ἐν τῷ παραδείσῳ πρὸ τῆς παραβάσεως ἐργά ζεσθαι αὐτὸν καὶ φυλάττειν· παρὰ τοῦ Πατρὸς, ἢ παρὰ τοῦ Υἱοῦ, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος; Μακεδ. Παρὰ τοῦ Πνεύματος. Ὀρθ. Καίτοιγε εἴρηται· «Καὶ ἔθετο αὐτὸν ὁ Θεὸς ἐν τῷ παραδείσῳ ἐργάζεσθαι καὶ φυλάττειν.» Οὐκοῦν καὶ ἄκων ὁμολογεῖς Θεὸν εἶναι τὸ Πνεῦμα· ἐπειδὴ αὐτὸ πρῶτον ὁδηγεῖν λέγεις. Μακεδ. Ὁ Θεὸς ἐν τῷ Πνεύματι ὁδηγεῖ. Ὀρθ. Καὶ πῶς γέγραπται· «Ὁ ὁδηγήσας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωσέως καὶ ἐν βραχίονι Ἀαρών;» Μὴ ἡ χεὶρ Μωσέως τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι; Μακεδ. Εἰ μία φύσις ἐστὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, δύναται καὶ γεννῆσαι καὶ κτίσαι τὸ Πνεῦμα. Ὀρθ. Μίαν λέγεις φύσιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύμα τος εἶναι, ἢ οὐδὲ τοῦτο λέγεις; Μακεδ. Μίαν οὐ λέγω· ὁμοίαν δὲ λέγω. Ὀρθ. Ὁμοίαν λέγεις, ὡς χρυσοῦ καὶ χαλκοῦ; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ἀλλ' ὡς τί; Μακεδ. Ὡς χρυσοῦ καὶ χρυσοῦ. Ὀρθ. Τοῦτο οὖν ἐστι μία φύσις. Ὅλως δὲ οὕτως ὅμοιον λέγεις τὸν Υἱὸν τῷ Πατρὶ, ὡς χρυσὸν χρυσῷ; Μακεδ. Ναί. Ὀρθ. Ἐὰνοὖν θελήσῃ ὁ Υἱὸς, τῆς αὐτῆς ὢν φύσεως τῷ Πατρὶ, δύναται γεννῆσαι Υἱόν; Μακεδ. Ναὶ, δύναται· ἀλλ' ἵνα μὴ θεογονίαν