1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

9

Πνεύματι· ἀλλὰ φύσει ἅγιον, φύσει ἀγαθὸν, φύσει ἄφθαρτον, φύσει ἀθάνατον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πηγάζον, ἤτοι ἐκπορευόμενον. Μακεδ. Ἀεὶ οὖν ἐκπορεύεται παρ' αὐτοῦ; Ὀρθ. Ἵνα μὴ νομίσῃς, ὅτι ἤρξατο τοῦ ἐκπορεύεσθαι καὶ πέπαυται, διὰ τοῦτο εἴρηται· Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ἵνα μήτε ἀρχὴν, μήτε τέλος ἐπιζητήσῃς τῆς ἐκπορεύσεως. Τοῦτο καὶ περὶ τῆς γεννήσεως τοῦ Υἱοῦ σημαινόμε νον εὑρήσεις. Οὐ γὰρ εἶπε, Πρὸ δὲ πάντων ἐγέννησέ με, ἀλλὰ Γεννᾷ με· ἵνα μήτε ἀρχὴν τῆς γεννήσεως, μήτε τέλος ἐπιζητήσῃς. Μακεδ. ∆ύο οὖν εἰσιν Υἱοί; Ὀρθ. Μὴ γένοιτο! Μακεδ. Εἰ ἀληθῶς καὶ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς καὶ τὸ Πνεῦμα, δύο εἰσὶν ἀδελφοί. Ὀρθ. Ἀλλ' ὁ μὲν Υἱὸς γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκπορεύε ται. Μακεδ. Καὶ τίς ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως; Ὀρθ. Τὴν διαφορὰν μὴ περιεργά ζου· οὐ γὰρ καταληπτὴ, ἀλλ' ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, καὶ περαιτέρω τούτων μὴ ἐξέταζε. Προσετάγη δέ σοι τὸ πιστεύειν, ὅτι ὁ Υἱὸς γεννᾶται, καὶ τὸ Πνεῦμα ἐκπορεύεται· τὰ δὲ ἄλλα πάντα, οὐρανὸς, γῆ, θάλασσα, καὶ τὰ ἐν αὐτοῖς λογικὰ καὶ ἄλογα, κτίσματά εἰσι, κατ' ἐντολὴν αὐτοῦ τοῦ Θεοῦ κτισθέν τα· «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγεννήθησαν· αὐτὸς ἐν ετείλατο, καὶ ἐκτίσθησαν.» Μακεδ. Οὐδὲ ἐγὼ λέγω, ὅτι τὸ Πνεῦμα κτίσμα ἐστίν· ἀλλ' οὖν οὐ Θεὸν αὐτὸ λέγω. Ὀρθ. Ἓν ἔσο γινώσκων, ὅτι διὰ τοῦτο σὺ αὐτὸς οὐκ εἶ Θεὸς τῇ φύσει, ἐπειδὴ κτίσμα Θεοῦ, ὡς εἰ μὴ ἦς κτίσμα, Θεὸς ἂν ἦς τῇ φύσει. Μακεδ. Ἀλλ' οὐδαμοῦ γέγραπται, ὅτι Θεός ἐστι τὸ Πνεῦμα. Ὀρθ. ∆ῶμεν, ὅτι οὐ γέγραπται τὸ «Θεός.» Σὺ δὲ τὴν φύσιν ὁμολόγει, καὶ τὰς θεϊκὰς ἐνεργείας, καὶ ἀρκεῖ μοι πρὸς τὴν ὁμολογίαν τῆς θεό τητος. Μακεδ. ∆ιὰ τί ὃ οὐ γέγραπται, σὺ λέγεις; Ὀρθ. Γέγραπται μὲν, σὺ δὲ τὴν φύσιν ὁμολόγει· καὶ εἰ μὴ γέγραπται, αὐτὴ ἡ φύσις τὸ ὄνομα ἑπόμενον ἔχει· ὡς γὰρ ἐὰν ὁμολογηθῇ Πνεῦμα ἐνυπόστατον, ἁγιαστικὸν, ἄκτιστον, Θεός ἐστι, κἂν μὴ θέλῃς. Μα κεδ. Ποῦ γέγραπται, ὅτι Θεὸς τὸ Πνεῦμά ἐστιν; Ὀρθ. Ἔνθα γέγραπται τὸ ὅμοιον κατ' οὐσίαν. Μακεδ. Ἀλλ' οἱ Πατέρες ἡμῶν τὸ ὁμοούσιον κατ' οὐ σίαν εἶπον περὶ τοῦ Υἱοῦ. Ὀρθ. Ἀπὸ τῆς ἐννοίας τῆς Γραφῆς κινούμενοι, ἢ ἀπὸ ἰδίας αὐθεντίας εἰρή κασι τὸ μὴ γεγραμμένον; Μακεδ. Ἀπὸ τῆς ἐννοίας τῆς Γραφῆς κινούμενοι. Ὀρθ Καὶ ἡ ἔννοια τῆς Γρα φῆς διδάσκει τὸ ἄκτιστον Πνεῦμα ἐκ Θεοῦ ὂν, καὶ 28.1316 ζωοποιὸν, καὶ ἁγιαστικὸν θεῖον εἶναι Πνεῦμα. Μακεδ. Καὶ ἡμεῖς θεῖον αὐτὸ λέγομεν, ἀλλ' οὐ Θεόν. Ὀρθ. Τὸ δὲ θεῖον Πνεῦμα, ἄκτισκον ὂν, τί ἄλλο ἐστὶν ἢ Θεός; Μακεδ. Ἄλλο ἐστὶ θεῖον, καὶ ἄλλο Θεός. Ὀρθ.Ἐὰν λέγει ἡ Γραφὴ, «Πνεῦμα θεῖον τὸ ποιῆσάν με,» οὐ τὸ Πνεῦμα τὸ ἅγιον λέγει; Μακεδ. Οὔ· ὁ γὰρ Θεός ἐστιν ὁ ποιήσας τὸν ἄνθρωπον. Ὀρθ. Οὐχὶ δὲ τὸ Πνεῦμα; Μακεδ. Ὁ Θεὸς οὖν θεῖόν ἐστι Πνεῦμα; Ὀρθ. Ναί. Εἰ δὲ ὁ Θεὸς Πνεῦμα θεῖον εἴρηται ἐν τῇ Γραφῇ, οὔτε δὲ ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλη τις δύναμις εἴρηται θεῖον ἐν τῇ Γραφῇ· μόνος δὲ ὁ Θεὸς καὶ τὸ Πνεῦμα αὐτοῦ θεῖον εἴρηται· οὐκ ἄρα τὸ θεῖον ἄλλο τί ἐστι παρὰ τὸ, Θεός. Καὶ Παῦλος δὲ ἐν ταῖς Πράξεσιν οὕτως λέγει· «Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ, ἢ λίθῳ χαράγματος τέχνης καὶ ἐνθυμήσεως ἀνθρώ που τὸ θεῖον εἶναι ὅμοιον.» Ὁρᾷς, ὅτι ὁ Θεὸς θεῖον, καὶ τὸ θεῖον Θεός; Καὶ ὁ Ἰὼβ δὲ θεῖον εἶπε τὸ Πνεῦμα, οὕτως λέγων· «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχήν. Εἰ μὴ ἔτι τῆς πνοῆς μοι ἐνούσης, Πνεῦμα δὲ θεῖόν μοι ἐν ῥισὶ, μὴ λαλῆσαι τὸ στόμα μου ἄδικα·»- «Ζῇ Κύριος» λέγων, τὸν Υἱόν· καὶ «ὁ παντοκράτωρ,» τὸν Πατέρα· «Πνεῦμα τὸ θεῖον,» τὸ Πνεῦμα τὸ ἅγιον. Μακεδ. Τρία οὖν ἴσα λέγεις; Ὀρθ. Τῇ πατρό τητι, οὔ· τῇ υἱότητι, οὔ· τῇ φύσει, ναί. Μακεδ. Πῶς οἷόν τε; Ὀρθ. Ὡς ἀποδέδεικται. Μακεδ. Πῶς ἀποδέδεικται; Ὀρθ. Ὅτι τὸ Πνεῦμα ὁμοίως Πατρὶ καὶ Υἱῷ οὐσίᾳ καὶ δυνάμει καὶ βουλῇ καὶ δόξῃ πανταχοῦ ἐστιν, ὁμοίως ὁδηγεῖ πρὸς πᾶσαν ἀλήθειαν, ὁμοίως ἁγιάζει, ὁμοίως τὰ πάντα ἐν πᾶσιν ἐνεργεῖ. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ φύσις. Μακεδ. Πῶς οὖν εἴρηται· «Οὐ λαλήσει ἀφ' ἑαυτοῦ,