1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

13

τῶν πάντων ἀνθρώπων·» καὶ, «Ἡ ἀγάπη μείζων πάντων ἐστί·» καὶ, «Ὁ κόκκος τοῦ σινάπεως, ὅταν αὐξηθῇ, μείζων πάντων τῶν λα χάνων γίνεται.» Γέγραπται ταῦτα, ἢ οὔ; Μακεδ. Γέγραπται. Ὀρθ. Οὕτως οὖν λέγεις τὸν Ἡσαῦ τοῦἸακὼβ μείζονα, ὡς τὸν Σαοὺλ τῶν ἄλλων ἀνθρώπων, ὡς τὴν ἀγάπην τῆς ἐλπίδος καὶ πίστεως; Μακεδ. Οὔ. Ὀρθ. Εὖ λέγεις. Ὁ γὰρ Σαοὺλ μεγέθει τοῦ σώματος 28.1325 μείζων ἐλέχθη τῶν ἄλλων ἀνθρώπων· ἡ δὲ ἀγάπη τῆς ἐλπίδος καὶ τῆς πίστεως μείζων ἐλέχθη, ὡς τῆς τῶν ἄλλων ἀρετῶν ἐπιδόσεως αἰτία οὖσα· ἀγαπή σαντες γὰρ πιστεύομεν, πιστεύσαντες δὲ ἐλπίζομεν. Μακεδ. Καὶ τοῦτο δέχομαι. Ὀρθ. Οὕτως οὖν λέγεις τὸν Πατέρα μείζονα πάντων, ὡς τὴν ἀγάπην τῆς ἐλ πίδος τῇ ποιότητι, ἢ ὡς τὸν Ἡσαῦ τοῦ Ἰακὼβ τῷ χρόνῳ, ἢ ὡς τὸν Σαοὺλ τῶν ἄλλων ἀνθρώπων τῷ μεγέθει; Μακεδ. Οὔ. Ὁ γὰρ Πατὴρ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων πάντων ἐστίν. Ὀρθ. Οὐκοῦν, εἰ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων πάντων ἐστὶν ὁ Πατὴρ, οὔτε ὡς Ἡσαῦ τοῦ Ἰακὼβ τῷ χρόνῳ, οὔτε ὡς ὁ Σαοὺλ τῶν ἄλλων ἀνθρώπων τῷ μεγέθει, οὔτε ὡς ἡ ἀγάπη τῆς πίστεως καὶ ἐλπίδος τῇ ποιότητι. Μακεδ. Πῶς δέ; Ὀρθ. Ὅτι ὁ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων πάντων ὢν, ὁμοίως καὶ ὡσαύτως μείζων πάντων ἐστὶ, καὶ οὐ τοῦ μὲν πλεῖον, τοῦ δὲ ἔλαττον. Μακεδ. Ἀληθῶς λέ γεις. Ὀρθ. Ὡσαύτως οὖν λέγεις μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα καὶ τῶν ἵππων, καὶ τῶν κυνῶν, καὶ πάντων ἀλόγων ζώων, καὶ τῆς ἀναισθήτου ὕλης; Μακεδ. Οὐχὶ, μὴ γένοιτο! Ὀρθ. Οὐκ ἄρα πάντων ἀσυγκρίτῳ ὑπεροχῇ μείζων ἐστί. Τοῦ γὰρ Υἱοῦ ὡς Πατὴρ Υἱοῦ. Μακεδ. Συγκρίτως ἄρα. Ὀρθ. Εἶπον ὡς Πατὴρ Υἱοῦ. Ὑπερέχων γὰρ τῶν ἄλλων ἀσυγκρίτῳ ὑπεροχῇ, οὐ τοῦ Υἱοῦ μείζων ἐστὶν ἀσυγκρίτῳ ὑπερ οχῇ, ἀλλ' ὡς Πατὴρ Υἱοῦ. Εἰ δὲ οὐκ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων αὐτοῦ ἐστιν, οὐ φύσει μείζων· οὐ γὰρ ἀσύγκριτος. Εἰ δὲ οὐ τῇ φύσει μείζων, οὐδὲ τῷ μεγέθει· ἀμεγέθης γάρ· οὐδὲ τῷ χρόνῳ· ἄχρονος γάρ· οὐδὲ τῇ ποιότητι· ἄποιος γάρ. Οὐκ ἄρα ἄλλῳ τινὶ μείζονα ἑαυτοῦ τὸν Πατέρα λέγει, ἀλλ' ἢ ὡς Υἱὸς μορφὴν δούλου λαβὼν καὶ τιμῶν τὸν ἑαυτοῦ Πατέρα. Μακεδ. Τοῦτο δέχομαι. Ὀρθ. Ἡ αὐτὴ ἄρα φύσις ἐστὶ Πατρὸςκαὶ Υἱοῦ· ἐπειδὴ μὴ ἀσυγκρίτῳ ὑπεροχῇ μείζω ἑαυτοῦ τὸν Πατέρα λέγει. Οὐδὲ γὰρ ἂν εἴη Υἱὸς μὴ τὴν αὐ τὴν φύσιν ἔχων. Εἰ δὲ τοῦτο, οὐκ ἄρα τῇ φύσει ὑπο τάσσεται, ἀλλ' ὡς Υἱὸς μορφὴν δούλου λαβών. Μακεδ. Περὶ μὲν τοῦ Υἱοῦ καλῶς λέγεις· περὶ δὲ τοῦ Πνεύματος οὐ καλῶς. Κἂν γὰρ μὴ ᾖ κτιστὸν τὸ Πνεῦμα, ἀλλὰ γενητόν ἐστι. Πάντα γὰρ διὰ τοῦ Υἱοῦ ἐγένοντο. Εἰ δὲ πάντα, δηλονότι καὶ τὸ Πνεῦμα. Ὀρθ. Εἰ γενητόν ἐστι, καὶ κτιστόν ἐστιν. Εἰ γὰρ τὸ γενητὸν οὐκ ἔστι κτιστὸν, πάντα δὲ δι' αὐτοῦ ἐγέ νετο· οὐδὲ τὰ πάντα κτιστά. Εἰ δὲ τοῦτο, πῶς νοήσω μεν τὸ παρὰ τῷ Παύλῳ εἰρημένον· «Τὰ πάντα ἐν αὐτῷ ἔκτισται;» Μακεδ. Ἀλλ' οὐ πάντα ὁμότιμά εἰσιν. Ὀρθ. Κἂν μὴ ὦσιν ὁμότιμα, ἀλλ' ὅμως τὰ πάντα κτίσματά εἰσι. Κτίσμα δὲ κτίσματος οὐδὲν διαφέρει, ᾗ κτίσμα ἐστί. Μακεδ. Οὐδὲν διαφέρει ὁ Γαβριὴλ τοῦ ἵππου, ἢ καὶ ἑτέρου τινὸς τῶν ἀλόγων; Ὀρθ. Ἧ κτίσμα ἐστὶν, οὐδὲν διαφέρει· ᾗ δὲ ἄγγελος, πνεῦμα λειτουργικὸν, εἰς διακονίαν ἀποστελλόμενον, οὐ τῶν ἀλόγων μόνον, ἀλλὰ καὶ ἡμῶν τῶν ἀνθρώπων, 28.1328 καὶ τῶν ἀγγέλων, ἀρχάγγελος ὤν. Καὶ γὰρ ὀφθαλ μὸς τῶν ἄλλων μελῶν τοῦ σώματος τιμιώτερός ἐστιν, ᾗ ὀφθαλμός ἐστιν· ἀλλ' οὐχὶ σῶμά ἐστι. Μακεδ. Ἡμεῖς λέγομεν, ὅτι ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ ἔχει τὸ εἶναι. Ὀρθ. Τὰ γὰρ ἄλλα, οὐκ ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ ἔχοντα τὸ εἶναι, κτίσματά εἰσι; Μακεδ. Ναί. Ὀρθ. Κτίσμα ἄρα καὶ τὸ Πνεῦμα. Μακεδ. Οὐ λέγω κτίσμα, ἐπειδὴ οὐ γέγραπται. Ὀρθ. Μὴ γενητὸν λέγε, ἐπειδὴ ἐκ παραλλήλου αὐτὸ σημαινόμενόν ἐστι. Μακεδ. Ἀλλὰ, «Πάντα δι' αὐτοῦ ἐγένετο,» γέγρα πται· καὶ, «Τὰ σύμπαντα δοῦλα σὰ,» γέγραπται. Ὀρθ. ∆οῦλον οὖν λέγεις τὸ Πνεῦμα; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκ ἄρα μετὰ τῶν πάντων συναριθμεῖ ται. Μακεδ. Τρία οὖν ἀγένητα λέγεις; Ὀρθ. Ἀλλ' οὐκ ἀναίτια, οὔτε μὴ ἀπάτορα. Καὶ γὰρ εἰ ἀγένητον τὸ Πνεῦμα, ἀλλ' οὐκ ἀναίτιον· ἔχει γὰρ αἴτιον τὸν Θεὸν, οὗ Πνεῦμά