1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

10

ἀλλ' ὅσα ἀκούσει, λαλήσει;» Ὀρθ. Ὅτι καὶ ὁ Υἱὸς λέγει· «Ὁ πέμψας με ὁ Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω.» Τοῦτο δὲ μάλιστα τὴν αὐτὴν δείκνυσι φύσιν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Μακεδ. Πῶς; Ὀρθ. Ὅτι πᾶσα ἡ γενητὴ φύσις, ἡ οὖσα λογικὴ, καὶ ἀφ' ἑαυτῆς λαλεῖ· ὡς ὅταν λέγῃ ὁ Ἀβραάμ· «Μή τι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ·» καὶ ὁ Μω σῆς· «Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι·» καὶ τὸ, «∆έομαί σε, Κύριε, προχείρισαι ἄλλον·» καὶ ὡς Ἱερεμίας· «Νεώτερός εἰμι, καὶ οὐ δύναμαι προφητεύειν·» ὥστε λέγειν αὐτῷ τὸν Θεόν· «Μὴ λέγε, ὅτι Νεώτερός εἰμι ἐγώ.» Καὶ ὁ Ἰωνᾶς, ἀφ' ἑαυτοῦ βουλευσάμενος, ἀνέβη εἰς πλοῖον, τοῦ φυγεῖν εἰς Ταρσεῖς ἀπὸ προσώπου Κυρίου. Τὸ δὲ Πνεῦμα οὐχ οὕτως· οὐδὲ γὰρ ἔχει φύσιν τοῦ ἕτερον ἔχειν θέλημα, ὅπερ οὐκ ἔστι τοῦ Θεοῦ· ἀλλὰ πάντα, ὅσα ἂν λαλῇ, τοῦ Θεοῦ εἰσι λόγια. Καὶ διὰ τοῦτο εἴρηται· «Οὐ λαλήσει ἀφ' ἑαυτοῦ.» Καὶ γὰρ καὶ περὶ τοῦ Υἱοῦ τὸ αὐτὸ εἴρηται· ἐπειδὴ μή ἐστιν ἐν αὐτῷ ἄλλο τι θέ λημα, ὃ οὐκ ἔστι τοῦ Πατρός. Μακεδ. Οὐκ ἔχει οὖν ἴδιον θέλημα τὸ Πνεῦμα; Ὀρθ. Ἀπεξενωμένον τοῦ 28.1317 Θεοῦ μὴ γένοιτο εἰπεῖν! Μακεδ. Ἀλλὰ πῶς οὐκ ἔχει θέλημα ἴδιον; Ὀρθ. Τὸ τοῦ Θεοῦ θέλημα τοῦ Πνεύ ματός ἐστι θέλημα. Οὐ γὰρ ἀγνοεῖ τὸ τοῦ Θεοῦ θέλη μα· ἀλλ' ὃ θέλει ὁ Πατὴρ, τοῦτο θέλει καὶ τὸ Πνεῦμα· πάντα γὰρ οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀν θρώπου τὰ τοῦ ἀνθρώπου. Μακεδ. Καίτοιγε καὶ ὁ Υἱὸς λέγει· «Οὐκ ἦλθον ποιῆσαι τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ὀρθ. Τί δὲ ἦν τὸ θέλη μα τοῦ πέμψαντος αὐτὸν, ὃ ἦλθε ποιῆσαι; Μακεδ. Ἡ σωτηρία τοῦ κόσμου. Ὀρθ. Τοῦτο καὶ ποιῶν οὐ ποιεῖ τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν. Μακεδ. Αὐτὸς λέγει, ὅτι Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ὀρθ. Ἀνάγκη οὖν πᾶσα ἐναντίον εἶναι θέλημα ἐν αὐτῷ, ὃ ἐκώλυσεν, ἵνα τὸ τοῦ πέμψαντος ποιήσῃ. Μακεδ. Μὴ γένοιτο! οὐ λέγω ἐναντίον εἶναι θέλημα τοῦ Υἱοῦ τῷ θελήματι τοῦ Πα τρός. Ὀρθ. Οὐκοῦν τὸ αὐτὸ θέλημα Πατρὸς καὶ Υἱοῦ. Καὶ γὰρ ὁ Υἱὸς θέλει σῶσαι διὰ σταυροῦ καὶ θανάτου τὸ γένος ἡμῶν, καὶ ὁ Πατὴρ τοῦτο θέλει. Ἐὰν δὲ λέγῃ, «Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,» ὡς εἰς Πατέρα τὰ ὅλα ἀνάγει· κἂν λέγῃ, «Ὁ πέμψας με ὁ Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω, καὶ τί λαλή σω;» τιμῶν τὸν Πατέρα ὡς Πατέρα λέγει. Εἰ δὲ μὴ, πῶς ὁ Υἱὸς, ἐν ᾧ ἀπόκεινται πάντες οἱ θησαυροὶ τῆς σοφίας, οὐκ οἶδε τί λαλήσει; Μακεδ. Τοῦτο δέχομαι, ὅτι ὁ Υἱὸς ὡς Υἱὸς ἓν θέλημα ἔχει τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα, ἐὰν μὴ ἀκούσῃ καὶ λάβῃ, οὐ λαλεῖ ἀφ' ἑαυτοῦ. Ὀρθ. Ὥσπερ οὖν ὁ Υἱὸς πάντα ἔχων ἐν τῇ φύσει, ὡς Υἱὸς λέγει, «Οὐδὲν ποιῶ ἀπ' ἐμαυτοῦ,» ἵνα τῶν ἀγαθῶν τὴν ἀρχὴν ἐπὶ τὸν Πατέρα ἀναγάγῃ· οὕτως καὶ περὶ τοῦ Πατρὸς ἄκουε αὐτοῦ λέγοντος· πάντα γὰρ ἔχοντος ἐν τῇ αὐτοῦ φύσει ὡς Πνεύματος Θεοῦ, ἐπὶ τὸν αἴτιον ἀνάγει λέγων· «Οὐ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρ χόμενα ἀναγγελεῖ ὑμῖν·» καὶ τὸ, «Ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται,» δηλονότι ἐκ τοῦ Πατρός. Ἐπάγει γάρ· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.» Λαμβάνειν δὲ αὐτὸ εἶπεν, οὐχ ὡς ἀγνοοῦν, ἀλλ' ὡς ἐπὶ τὸν αἴτιον ἀνάγων τὴν τοῦ Πνεύματος ἐνέργειάν τε καὶ χάριν. Μακεδ. Ἐὰν οὕτως, καλῶς καὶ τοῦτο δέχομαι· διακονεῖ γὰρ ἡμῖν τὴν τοῦ Θεοῦ χάριν τὸ Πνεῦμα. Ὀρθ. Πάλιν διακονίαν λέγεις, ὡς παραιτούμενος εἰπεῖν συνεργὸν τοῦ Θεοῦ τὸ Πνεῦμα; Μακεδ. Οὐ μὴ πείσῃς μέ ποτε εἰπεῖν συνεργὸν τοῦ Θεοῦ τὸ Πνεῦμα. Ὀρθ. Παῦλος ὁ ἀπόστολος συνεργοὺς τοὺς ἀποστόλους λέγει τοῦ Θεοῦ, καὶ σὺ τὸ Πνεῦμα αὐτοῦ συνεργὸν φοβῇ εἰπεῖν; Ἄξιον ἵνα ἀκούσης· «Ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος.» Μακεδ. Κἂν εἴπω συνεργὸν τὸ Πνεῦμα τῷ Θεῷ, ἀλλ' οὐ συνδοξάζω αὐτὸ τῷ Θεῷ. Ὀρθ. Ἐὰν οὖν λέγῃ Παῦλος περὶ τῶν 28.1320 πιστευσάντων, ὅτι «Οὐκ ἔτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος μὲν Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ·» ἄρα σαυτὸν μὲν ἄξιον τῆς συγκληρονο μίας ἡγῇ, τὸ δὲ Πνεῦμα οὔ; Καὶ σὺ μὲν