1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

8

διδαχθῶμεν, τοῦτο οὐ ποιεῖ. Ὀρθ. Οὐδὲν ἄρα κωλύει τῆς αὐτῆς εἶναι φύσεως τὸ Πνεῦμα τὸ ἅγιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ μήτε γεννᾷν, μήτε κτίζειν, ἵνα μὴ θεογονίαν, ὡς ἔφης, μήτε πολυ θεΐαν διδαχθῶμεν. Ἃ μέντοιγε θέλει ὁ Πατὴρ, κτίζει ὁ Υἱὸς, ἁγιάζει τὸ Πνεῦμα. Καὶ τοῦτό ἐστι τὸ, «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύ ματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Οὔτε ὁ Πατὴρ, βοηθείας δεόμενος, κτίζει διὰ τοῦ Υἱοῦ, οὔτε ὁ Υἱὸς, βοηθείας χρῄζων, κτίζει διὰ τοῦ Πνεύματος· ἀλλ' ἵνα ἐκ τῶν γιγνομένων δειχθῇ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ ταυτότης. Ὅτι δὲ δύναται κτίσαι τὸ Πνεῦμα τὸ ἅγιον, ἐδείχθη ἐκ τοῦ 28.1312 Κυριακοῦ σώματος, τοῦ ἀγγέλου εἰρηκότος· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Μακεδ. Καὶ ὁ Πατὴρ Πνεῦμα ἅγιόν ἐστι, καὶ ὁ Υἱός· καὶ ὅταν λέγει, Ἐκ Πνεύματός ἐστιν ἁγίου, τοῦ Υἱοῦ λέ γει, οὐχὶ δὲ τοῦ Πνεύματος, περὶ οὗ ὁ λόγος. Ὀρθ. Ἀνάγνωθι τὸν τόπον τοῦ Εὐαγγελίου, ἵν' ἀκούσῃς τοῦ ἀγγέλου λέγοντος τῇ Μαρίᾳ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ·» ποῖον; περὶ οὗ ὁ λόγος, ἢ περὶ Υἱοῦ, ἢ καὶ περὶ ἄλλου τινὸς Πνεύματος ἁγίου; Καὶ γὰρ οἱ ἅγιοι ἄγγελοι πνεύματά εἰσιν ἅγια. Μα κεδ. Πνεῦμα ἅγιον λέγει αὐτὸ τὸ Πνεῦμα, εἰς ὃ βα πτιζόμεθα. Ὀρθ. Ἐκ τούτου ἄρα τοῦ Πνεύματος τὸ Κυριακὸν σῶμα λέγει ὁ Γαβριὴλ γεγεννῆσθαι. Οὐ γὰρ ἄλλο αὐτῇ ἐπῆλθε, καὶ ἄλλο τὴν χάριν εἰργάσατο· ἀλλὰ τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματος ἁγίου ἐστὶ, δηλονότι τοῦ ἐπελθόντος αὐτῇ. Μακεδ. Καὶ πῶς λέ γει· «Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον;» Ὀρθ. Τοῦτο γάρ ἐστιν, ὃ λέγομεν ἡμεῖς, ὅτι Πάντα τὰ τοῦ Πατρὸς ἔργα, εἰσὶ τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ λέγονται εἶναι τοῦ Πνεύματος· ἐπειδὴ μία ἐστὶ δύναμις τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ ἐνεργουμένη. Ἀμέλει Παῦλος λέγει· «Ἄλλους μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους·» καὶ πάλιν ὁ αὐτός· «Πέμψας ἀπὸ τῆς Μιλήτου εἰς τὴν Ἔφεσον, μετ εστείλατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας,» καὶ λέγει αὐτοῖς; «Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποι μνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκό πους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ.» Ὁρᾷς, ὅτι, οὓς ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὓς ἔθετο τὸ Πνεῦμα, ἔθετο ὁ Θεός· καὶ οὐκ ἄλλους τὸ Πνεῦμα, καὶ ἄλλους ὁ Θεὸς, ἀλλ' αὐ τοὺς οὓς ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα; Εἰ δὲ οὓς ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα, ἡ αὐτὴ ἄρα ἐνέργεια τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ καὶ φύσις. Μακεδ. Καίτοιγε ὁ Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Γέγραπται γάρ· «∆ιαι ρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαι ρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαι ρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός ἐστιν, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Ὀρθ. Εἰπὲ τὰ ἑξῆς, ἵνα ἀκούσῃς· «Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. Ὧ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώ σεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα· ἑτέρῳ δὲ προ φητεία· ἄλλῳ δὲ διακρίσεις πνευμάτων· ἑτέρῳ δὲ γένη γλωσσῶν. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Βούλεται δὲ ἃ βούλεται ὁ Πατὴρ καὶ ὁ Υἱός· καὶ διὰ τοῦτο λέγομεν βουλὴν μίαν. Ὧν δὲ τὸ αὐτὸ βούλημα καὶ ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ καὶ ἡ φύσις. Μακεδ. Οὐκοῦν καὶ Θεός ἐστι τὸ Πνεῦμα; Ὀρθ. 28.1313 Τοῦτο καὶ αὐτὸς ἐξ αὐτῆς τῆς ἀκολουθίας ὡμολόγησας. Ἐκεῖνο δὲ γίνωσκε, ὅτι τὸ Θεὸν εἶναι δεύτερόν ἐστι τῆς φύσεως. Καὶ γὰρ ἡμεῖς, ἐὰν μιμηταὶ γενώμεθα τοῦ Θεοῦ, κατὰ τὸν Παῦλον θεοὶ μὲν γινόμεθα· τῆς δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα. Μακεδ. Καὶ αὐτὸ οὖν τὸ Πνεῦμα κατὰ μίμησιν καὶ χάριν λέγεις εἶναι Θεόν; Ὀρθ. Μὴ γένοιτό μοι ἐπίκτητόν τι εἰπεῖν ἐπὶ τοῦ Πνεύματος! οὔτε γὰρ τὸ ἅγιον, οὔτε τὸ ἀθά νατον, οὔτε τὸ ἀγαθὸν, οὔτε ἄλλο τι τῶν περὶ τὸν Θεὸν θεωρουμένων λέγω εἶναι ἐπίκτητον τῷ ἁγίῳ