1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

15

εὐσεβοῦμεν λέ γοντες, ὅτι ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ὅτι καὶ ψυχὴν εἶχε σαρκωθείς. Οὐδὲν δὲ μέγα ποιεῖς ἀρνούμενος τὸ ὁμοούσιον, εἰ ψυχὴν αὐτὸν ἔχειν ἀρνῇ. Τοῦτο γάρ ἐστιν ἴδιον τῶν τὸ ἑτερούσιον καὶ τὸ ἀν όμοιον λεγόντων. Ἵνα γὰρ παθητὴν τὴν οὐσίαν τοῦ Μονογενοῦς εἴπωσιν, ἄψυχον λέγουσι, καὶ ἐκ τούτου κατασκευάζουσι τὸ ἀνόμοιον. Μακεδ. Ἀλλ' ἡμεῖς ἀν όμοιον μὲν οὐ λέγομεν, ἄψυχον δὲ λέγομεν. Ὀρθ. Ὁμολογεῖς, ὅτι παρὰ τῷ θανάτῳ ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν, ὡς ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ γέ γραπται, καὶ ἐν τῷ κατὰ Μάρκον, Ἤρξατο θαμβεῖ σθαι καὶ ἀδημονεῖν; Μακεδ. Ναί. Ὀρθ. Ἀδημονεῖ δὲ καὶ ἐκθαμβεῖται θεότης τὸν θάνατον, ἢ τὸ ἄψυχον σῶμα; Μακεδ. ∆ηλονότι ἡ θεότης σεσαρκωμένη. Ὀρθ. Ἀνόμοιος ἄρα ἡ τοῦ Υἱοῦ θεότης τῇ τοῦ Πατρὸς θεότητι; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Εἰ ἀδημονεῖ καὶ ἐκθαμβεῖται τὸν θάνατον, πῶς δύναται ὅμοιος εἶναι καὶ ἀπαράλλακτος τῷ μήτε ἀδημονοῦντι, μήτε λυπουμένῳ, μήτε ἐκθαμβουμένῳ; Μακεδ. Ἐπειδὴ σῶμα ἀνθρώπινον ἔσχεν, ἀδημονεῖ. 28.1332 Ὀρθ. Σῶμα δὲ ἄψυχον οὐκ ἀδημονεῖ, οὐκ ἐκθαμ βεῖται, οὐ λυπεῖται. Μακεδ. Ἀλλ' εἶχε θεότητα ἀντὶ τῆς ψυχῆς. Ὀρθ. Τὸ σῶμα ἐποίει τὴν θεότητα ἐκθαμβεῖσθαι, ἢ ἡ θεότης τὸ σῶμα; Μακεδ. ∆ιὰ τὸ σῶμα ἡ θεότης ἐξεθαμβεῖτο. Ὀρθόδ. Ἐθολοῦτο οὖν ἡ θεότης ὑπὸ σώματος, ὡς τὸ ἡγεμονικὸν ἡμῶν. Μακεδ. Μὴ γένοιτο εἰπεῖν! Ὀρθ. Ἀνάγκη οὖν δοῦναι ψυχὴν τὴν θολουμένην. Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Πῶς οὖν ἀκούσῃ τοῦ ἀγγέλου λέγοντος τῷ Ἰωσήφ· «Παράλαβε τὴν μητέρα καὶ τὸ παιδίον, καὶ φεῦγε εἰς Αἴγυπτον· μέλλει γὰρ ὁ Ἡρώδης ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου·» καὶ πάλιν· «Ἐγερ θεὶς παράλαβε Μαριὰμ τὴν γυναῖκά σου, καὶ δεῦρο εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου·» καὶ αὐτὸς ὁ Κύριος λέγει· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·» καὶ πάλιν· «Ὅτε θέλω, τίθημι αὐτὴν, καὶ ὅτε θέλω, λαμβάνω αὐτήν;» Μακεδ. Ἐπειδὴ καὶ ὁ Πατὴρ λέ γει, «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου,» ἆρα διὰ τοῦτο καὶ τὸν Πατέρα ψυχὴν ἔχειν λέξομεν; Ὀρθ. Πρῶτον ὃ παρήγαγες ῥητὸν οὐκ ἐνόησας. Οὐ γὰρ ἔχεις δεῖξαι, ὅτι Πατήρ ἐστιν ὁ λέγων. Μακεδ. Ἀλλὰ τίνος ἐστὶν ἡ φωνή; Ὀρθ. Τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ εἰρηκότος· «Ἔγνω βοῦς τὸν κτησάμενον αὐτὸν, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκε.» Μακεδ. Οὗτος οὖν ἐστιν ὁ λέγων· «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» Ὀρθ. Καὶ πάνυ. Τότε γὰρ αὐτὰ ἐμίσησεν, ὅτε ἐνηνθρώπησε, καὶ τὴν Καινὴν ∆ιαθήκην διέθετο. Μακεδ. Καὶ εἶχε ψυχὴν, ὅτε ὤφθη τῷ Ἡσαΐᾳ; Ὀρθ. Ὥσπερ οὐκ εἶχε χεῖρας καὶ πόδας σωματικοὺς, οὔτε μὴν ἱμάτια σωματικὰ πρὸ τῆς ἐνανθρωπήσεως, ὅτε ἔλεγεν, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλήρους,» ἀλλὰ τὰ μέλλοντα γίνεσθαι ἔλεγεν· οὕτω καὶ περὶ ψυχῆς λέγων εἶπε· «Μισεῖ ἡ ψυχή μου.» Μακεδ. ∆ῶμεν, ὅτι ἡ φωνὴ τοῦ Υἱοῦ ἐστι· μὴ καὶ ὅτε ἔλεγεν, «Ἰδοὺ ὁ Παῖς μου ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ' αὐ τὸν,» ὁ Υἱός ἐστιν ὁ λέγων; Ὀρθ. Οὐκ ἔστιν ὁ Υἱὸς ὁ λέγων, ἀλλ' ὁμολογουμένως ὁ Πατήρ. Οὐ μὴν ὡς αὐτὸς ψυχὴν ἔχων ταῦτα λαλεῖ· ἀλλὰ πᾶσαν ψυχὴν ἁγίαν, ἑαυτοῦ ψυχὴν λέγει. Ἥτις οὖν ψυχὴ εἰς τὸν Υἱὸν ηὐδόκησε, αὕτη μου, φησὶν, ἔστιν ἡ ψυχή. Ὡς γὰρ ὁ δίκαιος ἄνθρωπος, τοῦ Θεοῦ λέγεται ἄνθρωπος· οὕτω καὶ ἡ δικαία ψυχὴ τοῦ Θεοῦ λέγεται καὶ ἔστι ψυχή. Μακεδ. Τί οὖν ἐστιν εὐδοκία; Ὀρθ. Ὁ προφήτης Ἡσαΐας τὸ ηὐδόκησε, προσεδέξατο, εἶπε, λέγων· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐ τοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ Πνεῦμά μου ἐπ' αὐτόν.» Ἥτις οὖν ψυχὴ τοῦτον, ὃν δείκνυμι ὑμῖν παῖδά μου, προσ εδέξατο, αὕτη μου ἐστὶ ψυχή. Μακεδ. Ἡμεῖς κατα χρηστικῶς τὸν Πατέρα λέγομεν εἰρηκέναι τὴν φω 28.1333 νήν. Οὔτε γὰρ ψυχὴν ἔχων ὁ Πατὴρ λέγει· «Εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου·» οὔτε, ὡς σὺ νενόηκας, περὶ τῆς τῶν ἀνθρώπων ψυχῆς λέγει. Ὀρθ. ∆ῶμεν, ὅτι