1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

16

καταχρηστικῶς εἴρηται περὶ τοῦ Πατρός· ἆρα καὶ περὶ τοῦ Υἱοῦ καταχρηστικῶς εἴρηται; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν οὖν καὶ ἄνθρωπος λέγηται ὁ Πατὴρ, καταχρηστικῶς εἴρηται· καὶ εἰ περὶ τοῦ Πα τρὸς, ἆρα καὶ τὸν Υἱὸν καταχρηστικῶς ἄνθρωπον λέξομεν; Μακεδ. Ποῦ γέγραπται καταχρηστικῶς ὁ Πατὴρ ἄνθρωπος; Ὀρθ. Αὐτὸς ὁ Υἱὸς ἐν τοῖς Εὐαγγελίοις λέγει αὐτὸν ἄνθρωπον. Μακεδ. Ἀνάγνωθί μοι ποῦ αὐτὸν λέγει ἄνθρωπον. Ὀρθ. Ὅταν λέγῃ, «Ἄνθρωπός τις ἐποίησε γάμους τῷ υἱῷ αὐ τοῦ,» ποῖον λέγει ἄνθρωπον; Καὶ ὅταν λέγῃ· «Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς,» ποῖον νοεῖς ἄνθρωπον; Μακεδ. Ἐν παραβολῇ τὸν Πατέρα. Ὀρθ. Ἆρα οὖν, ἐπειδὴ ἐν παραβολαῖς τὸν Πατέρα λέγει ἄνθρωπον, καὶ ἐν αὐτῇ τῇ παραβολῇ καὶ ἑαυτὸν Χριστὸν ἄνθρωπον μετὰ τοὺς δούλους ἀπεσταλμένον, εἴποιμεν ἂν καὶ αὐτὸν τὸν Υἱὸν καταχρηστικῶς ἐνηνθρωπηκέναι; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ἐὰν δὲ ἀκούσωμεν πρόσωπον Πατρὸς, ὃ βλέπουσιν ἄγγελοι τῶν παιδίων, ὡς ἐν Εὐαγγελίοις γέγραπται· ἀκούσωμεν δὲ καὶ πρόσωπον Υἱοῦ, ὃ ἔλαμψεν ἐν τῷ ὄρει, καὶ ἐῤῥά πισεν ὁ ὑπηρέτης· οὕτως ἀκούσομεν τῶν σημαινομένων; ἢ τὸ μὲν σώματος πρόσωπον, τὸ δὲ κατα χρηστικῶς ὀνομάσομεν πρόσωπον, ὅ ἐστιν ὑπόστασις; Μακεδ. Ὁμολογουμένως ἄλλως ἐπὶ τοῦ Πατρὸς, καὶ ἄλλως ἐπὶ τοῦ Υἱοῦ. Ὀρθ. Οὐκ ἄρα, καὶ εἰ περὶ τοῦ Πατρὸς καταχρηστικῶς εἴρηται ψυχὴ, πάντως καὶ περὶ τοῦ Υἱοῦ· Μανιχαίων γὰρ αὕτη ἡ μανία, τὸ λέγειν μὴ ἐνηνθρωπηκέναι τὸν Υἱὸν τοῦ Θεοῦ. Μακεδ. Ἐνηνθρωπηκέναι λέγομεν· ἀλλ' οὐχὶ ψυχὴν εἰληφέναι. Ὀρθ. Μὴ λέγε ἐνηνθρωπηκέναι μόνον, ἀλλὰ καὶ σεσαρκῶσθαι. Εἰ γὰρ οὐκ ἔλαβεν ἔμψυχον σῶμα, οὐδὲ ἐνηνθρώπησε. Μακεδ. ∆ιὰ τί; Ὀρθ. Ὅτι σῶμα ἄψυχον, τὸ μὴ κοινωνῆσαν ψυχῇ λογικῇ, οὐκ ἔστιν ἀνθρώπινον σῶμα. Πῶς δὲ ὡς «ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος,» οὕτως ἀκούετε τοῦ Πέτρου λέγοντος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὅτι «Οὔτε ἡ ψυχὴ αὐτοῦ κατελείφθη εἰς ᾅδου, οὔτε ἡ σὰρξ αὐτοῦ οἶδε διαφθοράν; Καὶ ὁ προφήτης Ἡσαΐας βοᾷ· «Ἐὰν δῶτε περὶ ἁμαρτίας τὴν ψυχὴν ὑμῶν, ὄψεσθε σπέρμα μακρόβιον.» Καὶ βουλεύσεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς· καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. ∆ιὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τῆς ἀνομίας αὐτῶν παρεδόθη.» Μακεδ. Καὶ ἡμεῖς ἴσμεν, ὅτι πολλαχοῦ εἴρηται ἐν τῇ Γραφῇ, ὅτι ψυχὴν εἶχεν· ἀλλὰ καταχρηστικῶς 28.1336 εἴρηται, καὶ οὐκ ἀληθείᾳ. Ὀρθ. Πάντα οὖν ὅσα εἴρηται περὶ αὐτοῦ ἀνθρώπινα, οἷον ἀκοὴ, ὅρασις, ὄσφρησις, φωνὴ, γεῦσις, ἐπιθυμία, λύπη, θάμβος, ἀδημονία, περίπατος, καταχρηστικῶς εἴρηται, καὶ οὐκ ἀληθείᾳ; Μακεδ. Πάντα ταῦτα τὰ προειρημένα ἀληθῶς εἴρηται, ψυχὴ δὲ καταχρηστικῶς. Ὀρθ. Καὶ ὁ καταξιώσας κοπιῶντι τῷ σώματι, καὶ ἐξ ὀστέων, καὶ νεύρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ ἄλλων μελῶν τοῦ σώματος καὶ μερῶν συμπαγέντι ἑνωθῆναι, οὐκ εἶχε ψυχήν; Μακεδ. Τί χρείαν εἶχε ψυχῆς ἡ Ζωή; Ὀρθ. Τί δὲ χρείαν εἶχε τῆς σαρκὸς, ὁ ἄνευ σαρκὸς ὀφθεὶς πρὸς τοὺς πατέρας ἡμῶν; Μακεδ. Εἰς τὸ σταυρωθῆναι χρείαν εἶχε σαρκός. Ὀρθ. Καὶ εἰς τὸ λυπηθῆναι, καὶ ἀδημονῆσαι, καὶ ἐκθαμβηθῆναι, καὶ ἐν ᾅδου γενέσθαι, χρείαν εἶχε ψυχῆς. Τοῦτο γάρ ἐστι τὸ μορφὴν δούλου λαβὼν, οὐ τὸ ἐν σώματι φανῆναι μόνον, ἀλλὰ καὶ τὸ τὰ πάθη τῆς δουλείας λαβεῖν. Μακεδ. Μορφὴν δούλου ἔλαβε, σάρκα λαβών. Ὀρθ. Ἡ μορφὴ τοῦ Θεοῦ τελεία ἐστὶ μορφὴ Θεοῦ; Μακεδ. Ναί. Ὀρθ. Καὶ ἡ μορφὴ ἄρα τοῦ δούλου τελεία μορφὴ τοῦ δούλου ἐστί. ∆ιὰ τοῦτο γὰρ καὶ θάμβος, καὶ λύπη, καὶ ἀδημονία, διὰ τὸ τελείαν εἶναι τὴν τοῦ δούλου μορφήν. Καὶ τοῦτό ἐστι τὸ πρόβατον, ὃ ζητήσας καὶ εὑρὼν, ἐπὶ τῶν ὤμων φέρει, οὐκ ἀσκὸν ἄψυχον, ἀλλ'