1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

12

ἔθνη, καὶ ἄλλως οἱ δοῦλοι· τὰ γὰρ κτήνη τῇ φύσει, τὰ ἔθνη τῇ πίστει, οἱ δοῦλοι τῷ νόμῳ. Ἐγχωρεῖ γὰρ τοὺς δούλους κρείττονας εἶναι τῇ ἀρετῇ τῶν δεσποτῶν. Μακεδ. Ὁμολογουμένως ἄλλως καὶ ἄλλως ὑποταγή. Ὀρθ. Ἀλλὰ καὶ ἡμεῖς ἀλλήλοις ὑποτασσόμενοι διὰ τὴν ἀγάπην, οὐχ ὡς τὰ κτήνη φυσικῶς, οὔθ' ὡς τὰ ἔθνη τῇ πίστει, οὔθ' ὡς δοῦλοι τῷ νόμῳ. Μακεδ. Οὔτε ὡς κτήνη, οὔτε ὡς ἔθνη, οὔτε ὡς οἱ δοῦλοι, ἀλλὰ διὰ τὴν τοῦ Κυρίου ἀγάπην. Ὀρθ. Ὁ τοίνυν Υἱὸς ὑποτασσόμενος τῷ Πατρὶ, ὡς τὰ κτήνη διὰ τὴν φύσιν τοῖς ἀν θρώποις ὑποτάσσεται, ἢ ὡς δοῦλοι διὰ τὸν νόμον, ἢ ὡς ἁμαρτωλὸς διὰ τὴν πίστιν, ἢ ὡς Υἱὸς διὰ τὴν ἀγάπην. Υἱὸς δὲ Πατρὶ τὴν αὐτὴν ἔχει φύσιν ὑποτασσόμενος, οὐχὶ φύσει τῆς θεότητος, ἀλλὰ τῇ οἰκονομίᾳ τῆς ἀν θρωπότητος. Ὁ γὰρ ὑποτασσόμενος ἔχει τι θέλημα, ὃ κολάζει, ἵνα τὸ τοῦ προστάσσοντος ποιήσῃ· Πατρὸς δὲ καὶ Υἱοῦ ἕν ἐστι θέλημα τῷ λόγῳ τῆς θεότητος. Μακεδ. Πῶς οὖν γέγραπται· «Ὑπήκοος γενόμενος μέχρι θανάτου·» καὶ, «Ὅταν δὲ αὐτῷ ὑποταγῇ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;» Ὀρθ. Μορφὴν γὰρ δούλου λαβὼν ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἀναγκαῖον καὶ τὴν ὑποταγὴν τῆς δουλικῆς μορφῆς ἀνειληφὼς, ὑπὲρ ἡμῶν ὑποτάσσεται τῷ ἑαυτοῦ Πατρὶ, οὐ φύσει θεότητος, ἀλλ' ἑνώσει μορφῆς δουλικῆς, ἧς ἔλαβε. Τί δὲ καὶ ἐλαττοῦσθαι τὴν τοῦ Υἱοῦ φύσιν νομίζεις διὰ τὸ ὑποτάσσεσθαι αὐ τὸν τῷ Πατρί; Ἐὰν οὖν ἀκούσῃς, ὅτι καὶ ἀνθρώποις 28.1324 ὑπετάγη ὁ Θεὸς Λόγος, ἆρα καὶ τῶν ἀνθρώπων ἐλάτ τονα θήσεις τῇ φύσει; Μακεδ. Ποῦ γέγραπται, ὅτι καὶ ἀνθρώποις ὑπετάγη; Ὀρθ. Ἄνθρωπος ἦν ἡ Μαρία καὶ ὁ Ἰωσὴφ, καὶ ὑπετάγη αὐτοῖς, ὡς ἐν Εὐαγγε λίοις γέγραπται. Εὑρόντες γὰρ αὐτὸν, φησὶν, ἐν τῷ ἱερῷ, ἔλεγον αὐτῷ· «Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε. Ὁ δὲ εἶπε· Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε, ὅτι ἐν τῷ οἴκῳ τοῦ Πατρός μου δεῖ με εἶναι; καὶ κατῆλθεν εἰς Να ζαρὲτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς.» Ἆρα καὶ τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας ὑποδεέστερος ἦν ὁ Μονογε νὴς τοῦ Θεοῦ, ὁ Σωτὴρ τοῦ κόσμου; Μακεδ. Οὐχὶ, μὴ γένοιτο! Ὀρθ. Οὕτω, κἂν ὑποτάσσεσθαι λέγηται τῷ Πατρὶ, οὐκ ἐλαττοῦται τὴν φύσιν· ἀλλ' ὡς Υἱὸς μορφὴν δούλου εὐδοκήσας λαβεῖν, καὶ τὴν ὑποταγὴν ἔλαβε τῆς δουλικῆς μορφῆς. Ἐν γὰρ ταύτῃ ὢν, καὶ τῇ Μαρίᾳ ὑπετάγη. Μακεδ. Αὐτὸς εἶπε Θεὸν ἑαυτοῦ τὸν Πατέρα. Καὶ πῶς δύναται ἡ αὐτὴ φύσις εἶναι; Ὀρθ. Ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός ἐστι τῇ φύσει, καὶ ἄνθρω πος τῇ προσλήψει τῆς σαρκὸς, ἢ οὔ; Μακεδ. Ναί. Ὀρθ. Οὐκοῦν τῇ μὲν θεότητι Πατὴρ αὐτοῦ ἐστιν ὁ Θεὸς, τῇ δὲ ἀνθρωπότητι, Θεός. Μακεδ. Ἐγὼ τοῦ συναμφοτέρου αὐτὸν Θεὸν λέγω. Ὀρθ. Ἀναμνήσθητι τοῦ ῥητοῦ τοῦ λέγοντος οὕτως· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Ἢ οὐχ οὕτως; Μακεδ. Οὕτως. Ὀρθ. Οὕτως οὖν ἐστιν αὐτοῦ Πατὴρ ὡς καὶ ἡμῶν; Μακεδ. Οὔκ. Ὀρθ. Ἀλλ' αὐτοῦ μὲν φύσει, ἡμῶν δὲ χάριτι; Μέτοχοι γὰρ γενόμενοι τοῦ Χριστοῦ, εὑρέθημεν ἐγγὺς οἱ μακρὰν τῇ φύσει, ὥστε χρηματίζειν ἡμῶν τὸν Θεὸν Πατέρα. Μακεδ. Οὕτως. Ὀρθ. Ὥσπερ οὖν ἡμεῖς,μέτοχοι τοῦ Χριστοῦ γενόμενοι, ἔχομεν τὸν Θεὸν Πα τέρα, οὕτω καὶ ὁ Υἱὸς Λόγος ὢν καὶ Θεὸς, μετασχὼν αἵματος καὶ σαρκὸς, ἔσχε τὸν Πατέρα Θεόν· ὥστε λέγειν αὐτόν· «Ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ.» Ἐκ κοιλίας δὲ μητρὸς ὁ Λόγος ἐγένετο, ὅτε ἡ Παρθένος ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκε τὸν Ἐμμανουὴλ, καὶ οὕτως ὑποτάσσεται μορφὴν δούλου λαβών. Μα κεδ. Αὐτὸς λέγει· «Ὁ Πατήρ μου μείζων μου ἐστίν.» Ὀρθ. Καὶ τὸ «μείζων» τῶν πολλαχῶς ἐστι λεγομένων ἐν τῇ θείᾳ Γραφῇ. Μακεδ. Καὶ τὸ «μείζων» διὰ τὴν σάρκα λέγεις; Ὀρθ. Ἴδωμεν μετὰ φόβου Θεοῦ τὸν νοῦν τῆς Γραφῆς, ποσαχῶς λέγει τὸ «μείζων.» Μακεδ. Ἴδωμεν. Ὀρθ. Λέγει ὁ Υἱὸς ἐν Εὐαγγελίοις· «Ὁ Πατὴρ, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστὶ, καὶ οὐ δεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ περὶ τοῦ Ἡσαῦ εἴρηται· «Ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάττονι·» καὶ, «Μείζων ἦν ὁ Σαοὺλ