Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ κτίσματος συγκειμένη; Ἢ γὰρ οὐ Τριάς ἐστιν, ἀλλὰ δυὰς, καὶ λοιπὸν ἡ κτίσις, ἢ, εἰ Τριάς ἐστιν, ὥσπερ οὖν καί ἐστι, πῶς τοῖς μετὰ τὴν Τριάδα κτίσμασι συντάττουσι τὸ τῆς Τριάδος Πνεῦμα; Τοῦτο γάρ ἐστι πάλιν διαιρεῖν καὶ διαλύειν τὴν Τριάδα. Οὐκ οῦν, κακῶς φρονοῦντες περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐδὲ περὶ τοῦ Υἱοῦ καλῶς φρονοῦσιν. Εἰ γὰρ ἐφρόνουν ὀρθῶς περὶ τοῦ Λόγου, ἐφρόνουν ὑγιῶς καὶ περὶ τοῦ Πνεύματος, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ τοῦ Υἱοῦ ἴδιον ὂν, παρ' αὐτοῦ δίδοται τοῖς μαθηταῖς καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν. Οὕτω δὲ πλανώμενοι, οὐδὲ περὶ τοῦ Πατρὸς ὑγιῆ τὴν πίστιν ἔχουσιν. Οἱ γὰρ ἀντικείμενοι τῷ Πνεύματι, ὡς εἶπεν ὁ μέγας μάρτυς Στέφανος, οὗτοι καὶ τὸν Υἱὸν ἀρνοῦνται. Τὸν δὲ Υἱὸν ἀρνούμενοι, οὐδὲ τὸν Πατέρα ἔχουσι. 26.536 Πόθεν τοίνυν ὑμῖν, ὦ οὗτοι, τῆς τοσαύτης τόλμης ἡ πρόφασις, ὥστε μὴ φοβηθῆναι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι;» Οἱ μὲν γὰρ Ἀρειανοὶ, καίτοι τὴν ἔνσαρκον παρουσίαν τοῦ Λόγου καὶ τὰ δι' αὐτὴν εἰρημένα μὴ νοήσαντες, ὅμως ἐξ αὐτῶν πρόφασιν λαβόντες εἰς τὴν ἑαυτῶν αἵρεσιν, καὶ οὕτως ἠλέγχθησαν θεομάχοι καὶ ὡς ἀληθῶς ἀπὸ γῆς κενολογοῦντες. Ὑμεῖς δὲ πόθεν ἠπατήθητε; παρὰ τίνων ἀκούσαντες, ἢ τίς ὁ τρόπος τῆς τοιαύτης ὑμῶν πλάνης; Ἀνέγνωμεν, φασὶν, ἐν τῷ προφήτῃ Ἀμὼς, λέγοντος τοῦ Θεοῦ, «Ὅτι Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀν θρώπους τὸν Χριστὸν αὐτοῦ· ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.» Καὶ ἔν θεν ἐπείσθημεν τοῖς Ἀρειανοῖς λέγουσι κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Εἶτα τὸ μὲν παρὰ τῷ Ἀμὼς ἀνέγνωτε· τὸ δὲ ἐν ταῖς Παροιμίαις λεγόμενον, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» οὐκ ἀνέγνωτε, ἢ ἀνέγνωτε; Καὶ τοῦτο μὲν, ὡς ἔχει ἀληθείας, ἑρμηνεύετε, ἵνα μὴ εἴπητε κτίσμα τὸν Λόγον· τὸ δὲ ἐν τῷ προφήτῃ οὐχ ἑρμηνεύετε, ἀλλὰ ἁπλῶς ἀκούοντες «πνεῦμα,» ἐνομίσατε λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον; Καίτοι ἐν μὲν ταῖς Παροιμίαις φανερῶς ἡ Σοφία λέγουσά ἐστι τὸ, «ἔκτισέ με·» καὶ ὅμως καλῶς γε ποιοῦντες, ἑρ μηνεύετε τὸ ῥητὸν, ἵνα μὴ τὴν δημιουργὸν Σοφίαν ἐν τοῖς κτίσμασι συναριθμῆτε. Τὸ δὲ ἐν τῷ προφήτῃ ῥητὸν οὐκ ἔχει γνώρισμα περὶ τοῦ ἁγίου Πνεύ ματος, ἀλλ' ἁπλῶς εἴρηται περὶ πνεύματος. Πῶς οὖν, καίτοι πλείστης οὔσης διαφορᾶς ἐν ταῖς Γραφαῖς περὶ πνευμάτων, καὶ δυναμένου τοῦ ῥητοῦ τὴν ἰδίαν διάνοιαν ἔχειν ὀρθὴν, ὑμεῖς, ὡς φιλονεικοῦντες ἢ ὡς ὑπὸ δήγματος τοῦ Ἀρειανοῦ ὄφεως βλαβέντες, τὸ Πνεῦμα τὸ ἅγιον εἰρῆσθαι παρὰ τοῦ Ἀμὼς νομίζετε, ἵνα μόνον τοῦ φρονεῖν κτίσμα μὴ ἐπι λάθησθε; Εἴπατε γοῦν εἴ που τῆς θείας Γραφῆς εὑρίσκε τε τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον πνεῦμα, χωρὶς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ 26.537 Πατρὸς, ἢ ὅτι ἐμοῦ, ἢ αὐτοῦ τοῦ Χριστοῦ καὶ τοῦ Υἱοῦ, ἢ παρ' ἐμοῦ, ὅ ἐστι παρὰ τοῦ Θεοῦ, ἢ μετὰ τοῦ ἄρθρου, ἵνα μὴ ἁπλῶς λέγηται πνεῦμα, ἀλλὰ τὸ Πνεῦμα· ἢ αὐτὸ τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον, ἢ Παράκλητον, ἢ ἀληθείας, ὅ ἐστι τοῦ Υἱοῦ, τοῦ λέγοντος, «Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἵνα, ἀκούσαντες ἁπλῶς «πνεῦμα,» ὑπονοήσητε εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Ἐξῃρήσθωσαν δὲ τοῦ Λόγου νῦν οἵτινες ἤδη λαβόντες, πάλιν ὀνομάζονται, καὶ ὅσοι, προμαθόντες περὶ τοῦ ἁγίου Πνεύματος, ὕστερον ὡς ἐν ἐπαναλήψει καὶ ὑπομνήσει, καὶ μόνον λεγομένου «τοῦ πνεύματος,» οὐκ ἀγνοοῦσι περὶ τίνος ἀκούουσι· καὶ μάλιστα, ὅτι καὶ οὕτω μετὰ τοῦ ἄρθρου λέγεται. Καὶ ὅλως ἄνευ τοῦ ἄρθρου, ἢ τῆς προειρημένης προσθήκης, οὐκ ἂν εἴη σημαινόμενον τὸ Πνεῦμα τὸ ἅγιον· οἷά ἐστιν ἃ γράφει Παῦλος τοῖς Γαλάταις· «Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νό μου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;» Ποῖον δὲ ἦσαν λαβόντες ἢ τὸ Πνεῦμα τὸ

2