Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάντα τὰ κτίσματα, ἀλλ' εἷς ἐκ τούτων συναριθμεῖται τῷ Θεῷ καὶ τῷ Λόγῳ αὐτοῦ; Ἔδει γὰρ καθ' ὑμᾶς, ἅπαξ ἀγγέλου καὶ κτίσματος ὄντος τοῦ Πνεύματος, καὶ συντασσομένου εἰς Τριάδα, μὴ ἕνα, ἀλλὰ καὶ πάντας τοὺς κτισθέντας ἀγγέλους συντάσσεσθαι ταύτῃ· καὶ μηκέτι Τριάδα, ἀλλὰ πληθύντινα θεότητος ἀναρίθμητον εἶναι· ἵνα καὶ ἡ ἐν τούτῳ πάλιν δοκοῦσα τελείωσις ὑμῶν γίνεσθαι, διαιρουμένη ὧδε κἀκεῖσε, ἀβέβαιος τῇ ποικιλίᾳ γένηται. Τοιαῦτα γὰρ τὰ τέλη ὑμῶν τε καὶ τῶν Ἀρειανῶν λογιζομένων κατὰ τῆς θεότητος, καὶ τῇ κτίσει λατρευόν των παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν. Τοιαῦτα μὲν οὖν ὑμῖν ἄτοπα ἐκ τοῦ δυάδα λέγειν ἀπαντᾷ. Εἰ δὲ Τριάς ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, δέδεικται δὲ ἀδιαίρετος οὖσα καὶ οὐκ ἀνόμοιος· ἀνάγκη μίαν ταύτης εἶναι τὴν ἁγιότητα, καὶ μίαν ταύτης τὴν ἀϊδιότητα, καὶ τὴν τῆς ἀτρεψίας φύσιν. Ὥσπερ γὰρ ἡ ὡς αὐτὴν παραδεδομένη πίστις μία ἐστὶ, καὶ αὕτη συνάπτει τῷ Θεῷ, ὁ δὲ ὑπεξαιρού μενός τι τῆς Τριάδος, καὶ ἐν μόνῳ τῷ τοῦ Πατρὸς ὀνόματι βαπτιζόμενος, ἢ ἐν μόνῳ τῷ ὀνόματι τοῦ Υἱοῦ, ἢ χωρίς γε τοῦ Πνεύματος ἐν Πατρὶ καὶ Υἱῷ, οὐδὲν λαμβάνει, ἀλλὰ κενὸς καὶ ἀτελὴς αὐτός τε καὶ ὁ δοκῶν διδόναι διαμένει· ἐν τῇ Τριάδι γὰρ ἡ τελείωσίς ἐστιν· οὕτως ὁ διαιρῶν τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα κατάγων εἰς τὰ κτίσματα, οὔτε τὸν Υἱὸν ἔχει οὔτε τὸν Πατέρα, ἀλλ' ἔστιν ἄθεος καὶ ἀπίστου χείρων, καὶ πάντα μᾶλλον ἢ Χριστιανός· καὶ δικαίως γε. Καθάπερ γὰρ ἕν ἐστι τὸ βάπτισμα ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι διδόμενον, καὶ μία πίστις ἐστὶν εἰς αὐτὴν, ὡς εἶπεν ὁ Ἀπόστολος· 26.600 οὕτως ἡ ἁγία Τριὰς, ἡ αὐτὴ οὖσα ἑαυτῇ, καὶ ἡνωμένη πρὸς ἑαυτὴν, οὐδὲν ἔχει ἐν ἑαυτῇ τῶν γενη τῶν· καὶ αὕτη τῆς Τριάδος ἡ ἀδιαίρετος ἑνότης, καὶ μία ἡ εἰς ταύτην πίστις ἐστίν. Εἰ δὲ κατὰ τὴν ὑμῶν τῶν Τροπικῶν ἐπεξεύρεσιν οὐχ οὕτως ἐστὶν, ἀλλ' ἐνυπνιάσθητε κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον· οὐκέτι μία πίστις ἐστὶν ὑμῶν, οὐδὲ ἓν βάπτισμα, ἀλλὰ δύο· ἓν μὲν εἰς Πατέρα καὶ Υἱόν· ἕτε ρον δὲ εἰς ἄγγελον κτίσμα ὄντα· καὶ οὐδὲν λοιπὸν ὑμῶν ἀσφαλὲς οὐδὲ ἀληθές. Ποία γὰρ κοινωνία γενητῷ καὶ δημιουργῷ; Ἢ ποία ἑνότης τοῖς κάτω κτίσμασι καὶ τῷ ταῦτα δημιουργήσαντι Λόγῳ; Τοῦτο εἰδὼς ὁ μακάριος Παῦλος, οὐ διαιρεῖ τὴν Τριάδα, ὥσπερ ὑμεῖς, ἀλλὰ τὴν ἑνότητα ταύτης δι δάσκων ἔγραψε Κορινθίοις περὶ τῶν πνευματικῶν, καὶ τὰ πάντα εἰς ἕνα Θεὸν τὸν Πατέρα ἀνακεφαλαιοῖ λέγων· «∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Ἃ γὰρ τὸ Πνεῦμα ἑκάστῳ διαιρεῖ, ταῦτα παρὰ τοῦ Πατρὸς διὰ τοῦ Λόγου χορηγεῖται. Πάντα γὰρ τὰ τοῦ Πα τρὸς, τοῦ Υἱοῦ ἐστι· διὸ καὶ τὰ παρὰ τοῦ Υἱοῦ ἐν Πνεύματι διδόμενα τοῦ Πατρός ἐστι χαρίσματα. Καὶ τοῦ Πνεύματος δὲ ὄντος ἐν ἡμῖν, καὶ ὁ Λόγος ὁ τοῦτο διδούς ἐστιν ἐν ἡμῖν, καὶ ἐν τῷ Λόγῳ ἐστὶν ὁ Πατήρ· καὶ οὕτως ἐστὶ τὸ, «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν,» καθάπερ εἴρηται. Ἔνθα γὰρ τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύ γασμα· καὶ ἔνθα τὸ ἀπαύγασμα, ἐκεῖ καὶ ἡ τούτου ἐνέργεια καὶ αὐγοειδὴς χάρις. Καὶ τοῦτο πάλιν δι δάσκων ὁ Παῦλος ἔγραφεν αὖθις Κορινθίοις καὶ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ λέγων· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν.» Ἡ γὰρ διδομένη χάρις καὶ δωρεὰ ἐν Τριάδι δίδοται παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ. Ὥσπερ γὰρ ἐκ τοῦ Πατρός ἐστι δι' Υἱοῦ ἡ δι δομένη χάρις, οὕτως οὐκ ἂν γένοιτο κοινωνία τῆς δόσεως ἐν ἡμῖν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Τούτου γὰρ μετέχοντες, ἔχομεν τοῦ Πατρὸς τὴν ἀγάπην, καὶ τοῦ Υἱοῦ τὴν χάριν, καὶ αὐτοῦ τοῦ Πνεύματος τὴν κοινωνίαν. Μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται. Οὐ γὰρ ὡς παρ' ἑκάστου διάφορα καὶ διῃρημένα τὰ διδόμενα σημαίνει ὁ Ἀπόστολος·

19