Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶναι, τὸν δὲ ἐν τῷ Πατρὶ Λόγον εἶναι κτίσμα. Πάλιν τε Πνεῦμα ἁγιωσύνης καὶ ἀνακαινώσεώς ἐστί τε καὶ λέγεται τὸ Πνεῦμα· γράφει γὰρ ὁ Παῦλος· «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Καὶ πά λιν φησίν· «Ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν·» ὅτε καὶ πρὸς Τῖτον 26.584 γράφων ἔλεγεν· «Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλαν θρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔρ γων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα, δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι κατ' ἐλπίδα γενηθῶμεν ζωῆς αἰωνίου.» Τὰ δὲ κτίσματα ἁγιαζόμενά εἰσι καὶ ἀνακαινιζόμενα. «Ἐξαποστελεῖς» γὰρ «τὸ Πνεῦμά σου, καὶ κτισθή σονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Καὶ ὁ Παῦλος δέ φησιν· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου.» Τὸ τοίνυν μὴ ἁγιαζόμενον παρ' ἑτέρου, μηδὲ μετέχον ἁγιασμοῦ, ἀλλ' αὐτὸ μεθεκτὸν ὂν, ἐν ᾧ καὶ τὰ κτίσματα πάντα ἁγιάζεται, πῶς ἂν εἴη ἓν τῶν πάντων, ἴδιον τῶν μετεχόντων αὐτοῦ; Ἀνάγκη γὰρ τοῖς τοῦτο λέγουσιν εἰπεῖν καὶ τὸν Υἱὸν, δι' οὗ τὰ πάντα γέγονεν, ἕνα τῶν πάντων εἶναι. Πνεῦμα ζωοποιὸν λέγεται· «Ὁ ἐγείρας» γὰρ, φησὶν, «Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύ ματος ἐν ὑμῖν.» Καὶ ὁ μὲν Κύριός ἐστιν ἡ αὐτοζωὴ, καὶ «ἀρχηγὸς τῆς ζωῆς,» ὡς εἶπεν ὁ Πέτρος· ἔλεγε δὲ αὐτὸς ὁ Κύριος· «Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐ τῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Τὰ δὲ κτίσματα, ὡς εἴρηται, ζωοποιούμενά ἐστι δι' αὐτοῦ. Τὸ δὲ μὴ μετέχον ζωῆς, ἀλλ' αὐτὸ μετεχόμενον καὶ ζωοποιοῦν τὰ κτίσματα, ποίαν ἔχει συγγένειαν πρὸς τὰ γενητά; Ἢ πῶς ὅλως ἂν εἴη τῶν κτισμάτων, ἅπερ ἐν ἐκείνῳ παρὰ τοῦ Λόγου ζωοποιεῖ ται; Χρίσμα λέγεται τὸ Πνεῦμα, καὶ ἔστι σφραγίς. Ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ' αὐτοῦ, μένει ἐν ὑμῖν. Καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα,» τὸ Πνεῦμα αὐτοῦ, «διδάσκει ὑμᾶς περὶ πάντων.» Ἐν δὲ τῷ προφήτῃ Ἡσαΐᾳ γέγραπται· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ὁ δὲ Παῦλός φησιν· «Ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Τὰ δὲ κτίσματα τούτῳ σφραγίζεται καὶ χρίεται, καὶ 26.585 περὶ πάντων διδάσκεται. Εἰ δὲ τὸ Πνεῦμα χρίσμα καὶ σφραγίς ἐστιν, ἐν ᾧ χρίει καὶ σφραγίζει πάντα ὁ Λόγος· ποία ὁμοιότης ἢ ἰδιότης τοῦ χρίσματος καὶ τῆς σφραγῖδος πρὸς τὰ χριόμενα καὶ σφραγιζόμενα; Οὐκοῦν καὶ κατὰ τοῦτο οὐκ ἂν εἴη τῶν πάντων αὐτό. Οὐ γὰρ ἂν εἴη ἡ σφραγὶς ἐκ τῶν σφραγιζομένων, οὐδὲ τὸ χρίσμα ἐκ τῶν χριομένων· ἀλλ' ἴδιόν ἐστι τοῦτο τοῦ χρίοντος καὶ σφραγίζοντος Λόγου. Τὸ μὲν γὰρ χρίσμα τὴν εὐωδίαν καὶ πνοὴν τοῦ χρίοντος ἔχει, καὶ οἱ χριόμενοι τούτου μεταλαμβάνοντες λέ γουσι· «Χριστοῦ εὐωδία ἐσμέν·» ἡ δὲ σφραγὶς τὴν μορφὴν Χριστοῦ τοῦ σφραγίζοντος ἔχει, καὶ ταύτης οἱ σφραγιζόμενοι μετέχουσι, μορφούμενοι κατ' αὐτὴν, λέγοντος τοῦ Ἀποστόλου· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὕτω δὲ σφραγιζόμενοι, εἰκότως καὶ κοινωνοὶ θείας φύσεως γινόμεθα, ὡς εἶπεν ὁ Πέτρος, καὶ οὕτω μετέχει πᾶσα ἡ κτίσις τοῦ Λόγου ἐν τῷ Πνεύματι. Καὶ διὰ τοῦ Πνεύματος λεγόμεθα πάντες μέτοχοι τοῦ Θεοῦ· «Οὐκ οἴδατε, γάρ φησιν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ

15