Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ καὶ τούτων Πατὴρ καὶ πάππος, κἀκείνων οἱ πρόγονοι; Ἀλλ' οὐκ εἶναι φήσουσι. Πῶς οὖν Πατὴρ, λεγέτωσαν, αὐτὸς μὴ γενόμενος ἐκ Πατρός; Ἢ πῶς ἠδυνήθη Υἱὸν ἔχειν, μὴ πρότερον αὐτὸς Υἱὸς γεννηθείς; Οἶδα, ὅτι ἀσεβὴς ἡ ἐρώτησις· ἀλλὰ τοιαῦτα παίζοντας αὐτοὺς παίζειν δίκαιον, ἵνα κἂν ἐκ τῆς τοιαύτης ἀτοπίας καὶ ἀσεβοῦς ἐρωτήσεως αἰσθάνεσθαι τῆς ἰδίας ἀφροσύνης δύνωνται. Οὐκ ἔστι γὰρ ταῦτα· μὴ γένοιτο! οὐδ' οὕτως ἐρωτᾷν περὶ τῆς θεότητος πρέπει. Οὐκ ἔστι γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, ἵνα καὶ ἀνθρώπινα περὶ αὐτοῦ τις τολμήσῃ ἐρωτᾷν. Σιωπᾷν μὲν οὖν, ὡς προεῖπον, ἐπὶ τούτοις, καὶ μὴ προσποιεῖσθαι τοὺς τοιούτους ἔδει· ἵνα δὲ μὴ ἡ ἡμῶν σιωπὴ πρόφασιν ἀναισχυντίας αὐτοῖς ἐμποιήσῃ, ἀκουέτωσαν· Ὥσπερ οὐκ ἔστιν ἐπὶ τοῦ Πατρὸς εἰπεῖν πατέρα, οὕτως οὐκ ἔστιν ἐπὶ τοῦ Υἱοῦ εἰπεῖν ἀδελφόν. Τοῦ μὲν γὰρ Πατρὸς, ὡς γέ γραπται ἔμπροσθεν, ἄλλος Θεὸς οὐ γέγονεν· Υἱὸς δὲ οὐκ ἔστιν ἄλλος· μονογενὴς γάρ ἐστι· διὸ καὶ μόνος καὶ εἷς ὁ Πατὴρ, μόνου καὶ ἑνὸς Υἱοῦ Πα τήρ ἐστι· καὶ ἐπὶ μόνης τῆς θεότητος τὸ Πατὴρ καὶ τὸ Υἱὸς ἕστηκεν ἀεὶ καὶ ἔστι. Τῶν μὲν γὰρ ἀνθρώπων εἰ πατὴρ λέγεταί τις, ἀλλ' ἑτέρου γέγονεν υἱός· 26.569 καὶ εἰ υἱὸς λέγεται, ἀλλ' ἑτέρου γέγονε πα τήρ· ὥστε ἐπ' ἀνθρώπων μὴ σώζεσθαι κυρίως τὸ πατρὸς καὶ υἱοῦ ὄνομα. Ἀβραὰμ γοῦν, υἱὸς ὢν τοῦ Θάῤῥου, πατὴρ γέγονε τοῦ Ἰσαάκ· καὶ Ἰσαὰκ, υἱὸς ὢν τοῦ Ἀβραὰμ, πατὴρ γέγονε τοῦ Ἰακώβ· καὶ τοῦτον τὸν τρόπον ἡ φύσις τῶν ἀνθρώπων ἔχει· μέρη γάρ εἰσιν ἀλλήλων· καὶ ἕκαστος γεννώμενος ἔχει τοῦ πατρὸς μέρος, ἵνα καὶ αὐτὸς ἑτέρου γένη ται πατήρ. Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως. Οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, οὐδὲ μεριζομένην ἔχει φύσιν· διὸ οὐδὲ γεννᾷ Υἱὸν μεριζόμενος, ἵνα καὶ αὐτὸς γένηται Πατὴρ ἑτέρου, ἐπεὶ μηδ' αὐτός ἐστιν ἐκ Πατρός· οὔτε ὁ Υἱὸς δὲ μέρος ἐστὶ τοῦ Πα τρός· διὸ καὶ οὐδὲ γεννᾷ, ὥσπερ γεγέννηται αὐτὸς, ἀλλὰ ὅλος ἐστὶν ὅλου εἰκὼν καὶ ἀπαύγασμα· καὶ ἐπὶ τῆς θεότητος μόνης ὁ Πατὴρ κυρίως ἐστὶ Πατήρ· καὶ ὁ Υἱὸς, κυρίως Υἱός ἐστιν· καὶ ἐπὶ τού των ἕστηκε τὸ Πατὴρ ἀεὶ Πατὴρ, καὶ τὸ Υἱὸς ἀεὶ Υἱός. Καὶ ὥσπερ οὐκ ἂν εἴη ποτὲ ὁ Πατὴρ Υἱὸς, οὕτως οὐκ ἄν ποτε γένοιτο ὁ Υἱὸς Πατήρ. Καὶ ὥσπερ οὐ παύσεταί ποτε ὁ Πατὴρ μόνος ὢν Πατὴρ, οὕτως οὐ παύσεταί ποτε ὁ Υἱὸς μόνος ὢν Υἱός. Μανία ἄρα κἂν ὅλως ἐνθυμεῖσθαι καὶ λέγειν ἐπὶ μὲν Υἱοῦ ἀδελφὸν, ἐπὶ δὲ Πατρὸς τὸ πάππου ὄνομα. Οὐδὲ γὰρ ὠνομάσθη ἐν ταῖς Γραφαῖς υἱὸς τὸ Πνεῦμα, ἵνα μὴ ἀδελφὸς νομισθῇ· οὐδὲ υἱὸς τοῦ Υἱοῦ, ἵνα μὴ πάπ πος νοοῖτο ὁ Πατήρ· ἀλλ' ὁ Υἱὸς, τοῦ Πατρὸς υἱὸς, καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς πνεῦμα εἴρηται· καὶ οὕτως τῆς ἁγίας Τριάδος μία ἡ θεότης καὶ πί στις ἐστίν. Οὐκοῦν καὶ κατὰ τοῦτο μανία τὸ λέγειν αὐτὸ κτίσμα. Εἰ γὰρ κτίσμα ἦν, οὐ συνετάσσετο τῇ Τριάδι. Ὅλη γὰρ εἷς Θεός ἐστι. Καὶ ἀρκεῖ γινώσκειν, ὅτι μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα, μηδὲ τοῖς ποιήμασι συναριθμεῖται· οὐ γὰρ ἀλλότριον ἐπιμίγνυται τῇ Τριάδι, ἀλλ' ἀδιαίρετός ἐστι καὶ ὁμοία ἑαυτῇ. Ἀρκεῖ ταῦτα τοῖς πιστοῖς· μέχρι τούτων ἐν ἀνθρώ ποις ἡ γνῶσις φθάνει· ἕως τούτων τὰ χερουβὶμ κα λύπτει ταῖς πτέρυξιν. Ὁ δὲ περιττὰ τούτων ζητῶν καὶ θέλων ἐρευνᾷν παρακούει τοῦ λέγοντος· «Μὴ σοφίζου περισσὰ, ἵνα μὴ ἐκπλαγῇς.» Τὰ γὰρ πίστει παραδοθέντα, ταῦτα οὐκ ἐν ἀνθρωπίνῃ σοφίᾳ, ἀλλ' ἐν ἀκοῇ πίστεως διανοεῖσθαι πρέπει. Ποῖος γὰρ 26.572 λόγος ἐπαξίως διερμηνεῦσαι δυνήσεται τὰ ὑπὲρ τὴν γενητὴν ὄντα φύσιν; Ἢ ποία τις ὅλως ἀκοὴ συνιέναι δύναται, ἃ μὴ ἔξεστιν ἀνθρώποις μήτε ἀκούειν, μήτε λαλεῖν; Περὶ μὲν οὖν ὧν ἤκουσεν ὁ Παῦλος, οὕτως εἴρηκε· περὶ δὲ αὐτοῦ τοῦ Θεοῦ· «Ὡς ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ὁ γοῦν Ἀβραὰμ οὔτε περιειργάσατο, οὐδὲ ἀνέκρινε τὸν λαλοῦντα, ἀλλ' «ἐπίστευσε, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·» οὕτω Μωσῆς πιστὸς ἐκλήθη θερά πων· Εἰ δὲ οἱ τὰ Ἀρείου φρονοῦντες, ἐπεὶ εἰς τὴν κακότεχνον αὐτῶν ψυχὴν οὐκ εἰσελεύσεται σο φία,

11