Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται νοεῖν, ταῦτα λεγέτωσαν μηδὲ εἶναι δύνασθαι. Πρᾶγμα γὰρ πάσχουσιν ἀτοπώτατον· ὅτι, μὴ δυνά μενοι νοεῖν, πῶς ἀδιαίρετός ἐστιν ἡ ἁγία Τριὰς, ποιοῦσιν οἱ μὲν Ἀρειανοὶ ἓν τὸν Υἱὸν μετὰ τῆς κτίσεως· οἱ δὲ τροπικοὶ τὸ Πνεῦμα καὶ αὐτοὶ τοῖς κτίσμασι συναριθμοῦσιν. Ἔδει δὲ αὐτοὺς ἢ καθόλου μὴ νοοῦντας σιωπᾷν, καὶ μὴ συντάσσειν, μήτε ἐκεί νους τὸν Υἱὸν, μήτε τούτους τὸ Πνεῦμα τοῖς κτίσμα σιν· ἢ τὸ γεγραμμένον ἐπιγινώσκειν, καὶ τῷ Πατρὶ συνάπτειν τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα μὴ διαιρεῖν ἀπὸ τοῦ Υἱοῦ, ἵνα τὸ ἀδιαίρετον καὶ ὁμοφυὲς ἀληθῶς τῆς ἁγίας Τριάδος διαμείνῃ. Ταῦτα μαθόντας αὐτοὺς ἔδει μὴ τολμᾷν, μηδ' ἀμφιβάλλοντας ἐρωτᾷν, πῶς ταῦτα γένοιτο, ἵνα, κἂν ὁ ἐρωτώμενος ἀπορῇ λέ γειν, μὴ ἐπινοῶσιν αὐτοὶ κακονοίας ἑαυτοῖς. Ἔστι μὲν γὰρ πᾶσι τοῖς γενητοῖς, μάλιστα δὲ ἡμῖν τοῖς ἀνθρώποις ἀδύνατον ἐπαξίως εἰπεῖν περὶ τῶν ἀποῤῥήτων. Τολμηρότερον δὲ πάλιν, μὴ δυναμένους λέγειν, ἐπινοεῖν ἐπὶ τούτων καινοτέρας λέξεις παρὰ τὰς τῶν Γραφῶν. Ἄλλως τε καὶ μανιώδης ἡ τοιαύτη ἐπιχείρησις τοῦ τε ἐρωτῶντος καὶ τοῦ κἂν ὅλως ἐνθυμουμένου ἀποκρίνασθαι. Οὐδὲ γὰρ οὐδὲ περὶ τῶν γενητῶν οὕτω τις ἐρωτῶν νομισθείη νοῦν ἔχειν ὀρθόν. Ἢ τολμησάτωσαν ἀποκρίνασθαι οἱ πάντα λέ γοντες εὐχερῶς, πῶς ὁ οὐρανὸς συνέστη, καὶ ἐκ ποί ας ὕλης, καὶ τίς ἡ τούτου μίξις, ἢ πῶς ὁ ἥλιος, καὶ ἕκαστος τῶν ἀστέρων; Τί δὲ θαυμαστὸν ἐκ τῶν ὑπερκειμένων, αὐτῶν ἐλέγχειν τὴν ἀφροσύνην, ὅπου γε οὐδὲ πῶς τῶν ὧδε κάτω ξύλων ἡ φύσις, καὶ τῶν ὑδάτων τὰ συστήματα, πῶς τε τῶν ζώων ἡ πλάσις 26.573 καὶ ἡ σύστασις, γινώσκεται, Ἀλλ' οὐκ ἂν εἴ ποιεν, ὅπου γε καὶ Σολομὼν, ὁ περισσότερον πάντων σοφίας μετασχὼν, ὁρῶν ἀδύνατον ἀνθρώποις περὶ τούτων εὑρεῖν, ἔλεγε· «Καί γε σύμπαντα τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ Θεὸς ἀπ' ἀρχῆς καὶ μέχρι τέλους.» Ἆρ' οὖν, ἐπεὶ μὴ δύνανται εὑρεῖν, οὐδὲ εἶναι αὐτὰ ὁμολογοῦσι; Ναὶ ὁμολογήσουσιν ἐφθαρμένην ἔχοντες τὴν διάνοιαν. Οὐκοῦν εἰκότως ἄν τις αὐτοῖς εἴποι· Ὦ ἀνόητοι καὶ πάντα τολμηροὶ, διὰ τί μὴ μᾶλλον ἐπὶ τῆς ἁγίας Τριάδος παύεσθε περιεργαζόμενοι, καὶ μόνον πιστεύετε, ὅτι ἔστιν· ἔχοντες εἰς τοῦτο διδάσκαλον τὸν Ἀπόστολον λέγοντα· «Πιστεῦσαι γὰρ δεῖ πρῶτον Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται;» Οὐ γὰρ, πῶς ἐστιν, εἴρηκεν, ἀλλὰ μόνον, «ὅτι ἔστιν.» Εἰ δὲ μηδὲ οὕτω καταδύονται, εἰπάτωσαν πῶς ἐστιν ὁ Πα τὴρ, ἵν' οὕτω μάθωσι, πῶς ἐστι καὶ ὁ τούτου Λό γος. Ἀλλ' ἄτοπον, φήσουσι, περὶ τοῦ Πατρὸς οὕτως ἐρωτᾷν. Ἄτοπον οὖν ἀκουέτωσαν καὶ περὶ τοῦ Λόγου αὐτοῦ οὕτως ἐρωτᾷν. Περιττῆς τοιγαροῦν καὶ πλέον μανίας οὔσης τῆς τοιαύτης ἐπιχειρήσεως, μηκέτι τοιαῦτά τις ἐρω τάτω, ἢ μόνον τὰ ἐν ταῖς Γραφαῖς μανθανέτω. Αὐτ άρκη γὰρ καὶ ἱκανὰ τὰ ἐν ταύταις κείμενα περὶ τούτου παραδείγματα. Πηγὴ τοίνυν καὶ φῶς λέγεται ὁ Πατήρ· «Ἐμὲ» γὰρ, φησὶν, «ἐγκατέλι πον πηγὴν ὕδατος ζῶντος.» Καὶ πάλιν ἐν τῷ Βα ρούχ· «Τί ἐστιν, Ἰσραὴλ, ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας·» καὶ κατὰ τὸν Ἰωάννην· «Ὁ Θεὸς ἡμῶν φῶς ἐστι.» Λέγεται δὲ καὶ ὁ Υἱὸς ὡς μὲν πρὸς τὴν πηγὴν ποτα μός· «Ὁ ποταμὸς» γὰρ «τοῦ Θεοῦ ἐπληρώθη ὑδά των·» πρὸς δὲ τὸ φῶς ἀπαύγασμα, λέγοντος τοῦ Παύλου· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Τοῦ τοίνυν Πατρὸς φωτὸς ὄντος, τοῦ δὲ Υἱοῦ ἀπαυγάσματος αὐτοῦ (τὰ αὐτὰ γὰρ περὶ τούτων μάλιστα οὐκ ὀκνητέον λέγειν πολλάκις), ἔξεστιν ὁρᾷν καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα, ἐν ᾧ φωτιζόμεθα· «Ἵνα» γὰρ, φησὶ, «δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώ σει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας.» Τῷ δὲ Πνεύματι φωτιζομένων ἡμῶν, ὁ Χριστός ἐστιν ὁ ἐν αὐτῷ φωτίζων· «Ἦν» γὰρ, φησὶ, «τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Πάλιν τε τοῦ Πατρὸς ὄντος

12