Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, καὶ «ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν,» καὶ πάντα ἐν σοφίᾳ ἐποίησε (γέγραπται δὲ, ὡς ἐν τοῖς ἔμπροσθεν δέδεικται· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται),» οὐκοῦν ἢ τὸ Πνεῦμα ὁ Λόγος ἐστὶν, ἢ ἐν δυσὶ πεποίηκεν ὁ Θεὸς τὰ πάντα, ἔν τε τῇ Σοφίᾳ καὶ τῷ Πνεύματι. Καὶ πῶς ὁ Παῦλός φησιν «Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι' οὗ τὰ πάντα»; Καὶ πάλιν· «Ἐπειδὴ ὁ Υἱὸς εἰκών ἐστι τοῦ Πατρὸς τοῦ 26.641 ἀοράτου,» ἔστι δὲ τὸ Πνεῦμα εἰκὼν τοῦ Υἱοῦ (γέγραπται γάρ· «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ»), οὐκοῦν κατὰ τοῦτο πάππος ὁ Πατήρ. Καὶ ἐπειδὴ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθε· «Τὸ δὲ Πνεῦμα τὸ ἅγιον,» φησὶν ὁ Υἱὸς, «ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου·» οὐκοῦν καὶ οὕτω πάππος ὁ Πατήρ. Τί πρὸς ταῦτα, καίτοι πάντα λέγοντες εὐχερῶς; Τί διαλογίζεσθε πρὸς ἑαυτούς; Ἢ ὁρῶντες ἑαυτοὺς ἀποροῦντας, μέμφε σθε τὰς τοιαύτας ἐρωτήσεις; Ἀλλὰ πρότερον ἑαυτῶν κατάγνωτε (ὑμεῖς γὰρ τοιαῦτα ἐρωτᾷν εἰώ θατε), καὶ πείθεσθε ταῖς Γραφαῖς, καὶ ἀποροῦντες εἰπεῖν, μάθετε λοιπόν· Υἱὸς μὲν ἐν ταῖς Γραφαῖς τὸ Πνεῦμα οὐκ ὠνομάσθη, ἀλλὰ Πνεῦμα ἅγιον καὶ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ δὲ οὐκ ὠνομάσθη Υἱὸς τὸ Πνεῦμα, οὕτως οὐδὲ περὶ τοῦ Υἱοῦ γέγραπται, ὅτι αὐτός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Ἆρ' οὖν, ἐπειδὴ οὐκ ὠνομάσθη Υἱὸς τὸ Πνεῦμα, οὐδ' ὅτι Υἱός ἐστι τὸ Πνεῦμα, διαφωνεῖ τῆς ἀληθείας ἡ πίστις; Μὴ γένοιτο! Ἀλλὰ καὶ μᾶλλον ἕκαστον τῶν σημαινομένων ἔχει τὴν ἰδίαν γνῶσιν. Καὶ γὰρ ὁ Υἱὸς ἴδιον τῆς οὐσίας καὶ τῆς φύσεως τοῦ Πατρός ἐστι γέννημα, καὶ τοῦτο ἔχει τὸ σημαινόμενον. Καὶ τὸ Πνεῦμα δὲ λεγόμενον τοῦ Θεοῦ, καὶ ἐν αὐτῷ ὂν, οὐ ξένον ἐστὶ τῆς τοῦ Υἱοῦ φύσεως, οὔτε τῆς τοῦ Πα τρὸς θεότητος. ∆ιὰ τοῦτο γὰρ ἐν Τριάδι, ἐν Πατρὶ, καὶ ἐν Υἱῷ, καὶ ἐν αὐτῷ τῷ Πνεύματι, μία θεότης ἐστὶ, καὶ ἐν αὐτῇ τῇ Τριάδι ἕν ἐστι τὸ βάπτισμα, καὶ μία ἡ πίστις. Ἀμέλει τοῦ Πατρὸς πέμποντος τὸ Πνεῦμα, ὁ Υἱὸς ἐμφυσῶν δίδωσιν αὐτὸ τοῖς μαθηταῖς· ἐπειδὴ «πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι.» Καὶ τοῦ Λόγου γινομένου ἐν τοῖς προφήταις, αὐτοὶ τῷ Πνεύματι ἐπροφήτευον, ὡς γέγραπται καὶ δέδεικται· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Οὕτως οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ' ἴδιον τῆς τοῦ Λόγου οὐσίας, ἴδιον καὶ τοῦ Θεοῦ, καὶ ἐν αὐ τῷ λέγεται εἶναι. Πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνη τέον. Εἰ καὶ Υἱὸς οὐκ ὠνομάσθη τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' οὐκ ἔστιν ἐκτὸς τοῦ Υἱοῦ· Πνεῦμα γὰρ υἱοθεσίας εἴρηται· καὶ ἐπειδὴ «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,» ἀκολούθως εἴρηται περὶ τοῦ Πνεύματος· «Πνεῦμα σοφίας, καὶ Πνεῦμα δυνάμεώς ἐστι.» Τοῦ γὰρ Πνεύματος μετέχοντες, ἔχομεν τὸν Υἱὸν, καὶ τὸν Υἱὸν ἔχοντες, ἔχομεν τὸ Πνεῦμα, κράζον ἐν ταῖς καρ δίαις ἡμῶν, «Ἀββᾶ ὁ Πατὴρ,» ὡς ὁ Παῦλος εἴρηκεν. Εἰ δ' ὅτι τὸ Πνεῦμά ἐστι τοῦ Θεοῦ, καὶ ἐν αὐτῷ εἶναι γέγραπται· «Τὰ τοῦ Θεοῦ γὰρ οὐδεὶς οἶ δεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ·» καὶ ὁ Υἱὸς δὲ εἴρηκεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» διὰ τί τὸ αὐτὸ ὄνομα οὐκ ἔστι τούτῳ 26.644 καὶ τούτῳ, ἀλλ' ὁ μὲν Υἱὸς, τὸ δὲ Πνεῦμα; Ἄν τις οὕ τως ἐρωτᾷ, μαίνοιτο ἂν ὁ τοιοῦτος, ἐρευνῶν τὰ ἀν ερεύνητα, καὶ παρακούων τοῦ Ἀποστόλου, λέγοντος· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ἄλλως τε ἃ ὁ Θεὸς ὠνόμασε, τίς μετονομάσαι τολμήσει; ἐπεὶ εἰς τὰ τῆς κτίσεως ἐπι χορηγείτω. Εἰπάτωσαν, ἐπειδὴ ἡ κτίσις τῷ αὐτῷ νεύ ματι γέγονε, διὰ τί ὁ μὲν ἥλιος, ὁ δὲ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ ἀήρ; Εἰ δὲ ἀδύνατον τοῦ τό γε τοῖς ἄφροσι (μένει γὰρ ἕκαστον, ὡς γέγονε), πολλῷ μᾶλλον τὰ ἄνω τῆς κτίσεως ἀΐδιον ἔχει τὴν διαμονὴν, καὶ οὐκ ἔστιν ἄλλως, ἢ ὥς ἐστιν ὁ Πατὴρ Πατὴρ, καὶ οὐ πάππος, καὶ ὁ Υἱὸς Υἱός ἐστι τοῦ Θεοῦ, καὶ οὐ Πατὴρ τοῦ Πνεύματος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Πνεῦμα ἅγιον, καὶ οὐκ ἔκγονον τοῦ Πατρὸς, οὐδὲ ἀδελφὸς

31