Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ τῆς τοῦ Θεοῦ φύσεως καὶ ἰδιότητος· ἀλλ' ὡς γέγραπται, πιστευέτω καὶ μὴ λεγέτω· ∆ιὰ τί οὕτως καὶ μὴ οὕτως; ἵνα μὴ τοιαῦτα διαλογιζόμενος, ἄρξηται με λετᾷν καὶ λέγειν· Ποῦ οὖν ἐστιν ὁ Θεὸς, καὶ πῶς ἐστι; καὶ λοιπὸν ἀκούσει· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.» Τὰ γὰρ τῇ πίστει παραδιδόμενα ἀπεριέργαστον ἔχει τὴν γνῶσιν. Οἱ γοῦν μαθηταὶ, ἀκούσαντες, «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ ματος,» οὐ περιειργάσαντο, διὰ τί δεύτερον ὁ Υἱὸς, καὶ τρίτον τὸ Πνεῦμα, ἢ διὰ τί ὅλως Τριάς· ἀλλ' ὡς ἤκουσαν, ἐπίστευσαν· καὶ οὐχ ὥσπερ ὑμεῖς ἠρώτησαν· Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; Οὐδὲ, εἰπόντος τοῦ Κυρίου μετὰ τὸν Υἱὸν τὸ Πνεῦμα, ἠρώτησαν· Πάπ πος οὖν ὁ Πατήρ; Οὐ γὰρ ἤκουσαν εἰς ὄνομα πάππου, ἀλλ' εἰς ὄνομα Πατρὸς, καὶ ταύτην τὴν πίστιν ἐκήρυξαν πανταχοῦ, λογισάμενοι ὀρθῶς. Οὐ γὰρ ἦν ἄλλως εἰπεῖν, ἢ ὡς εἴρηκεν ὁ Σωτήρ· ἑαυτὸν μὲν Υἱὸν, τὸ δὲ Πνεῦμα ἅγιον· οὐδ' ἐναλλάξαι θέμις ἢ ὡς συντέτακται, ὥσπερ καὶ ἐπὶ τοῦ Πατρός. Ὡς γὰρ οὐκ ἔξεστιν ἄλλως εἰπεῖν περὶ αὐτοῦ, ἢ ὅτι Πατὴρ, οὕτως ἀσεβὲς ἐρωτᾷν, εἰ Υἱός ἐστι τὸ Πνεῦμα, ἢ τὸ Πνεῦμα Υἱός. ∆ιὰ τοῦτο Σαβέλλιος ἀλλότριος τῆς Ἐκκλησίας ἐκρίθη, τολμήσας εἰπεῖν ἐπὶ τοῦ Πατρὸς τὸ Υἱὸς, καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ τοῦ Πατρὸς ὄνομα. Ἆρ' οὖν ἔτι μετὰ ταῦτα τολμήσει τις ἀκούων Υἱὸν καὶ Πνεῦμα εἰπεῖν· Πάππος οὖν ὁ Πατὴρ, ἢ Υἱὸς οὖν τὸ Πνεῦμα; Ναὶ τολμήσουσιν 26.645 Εὐνόμιοι, καὶ Εὐδόξιοι, καὶ Εὐσέβιοι. Ἅπαξ γὰρ ὑποκρινόμενοι τὴν Ἀρειανὴν αἵρεσιν, οὐ μὴ παύσουσι τὴν ἑαυτῶν γλῶσσαν ἀπὸ ἀσεβείας. Τίς γὰρ αὐτοῖς παρέδωκε ταῦτα; Τίς ὁ διδάξας; Ἀλλ' οὐδεὶς ἐκ τῶν θείων Γραφῶν· ἐκ δὲ τοῦ περισσεύματος τῆς καρδίας αὐτῶν ἐξῆλθεν ἡ τοιαύτη παραφροσύνη. Εἰ γὰρ, ἐπεὶ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα (τοῦτο γὰρ ἐδείχθη), ἐρωτᾶτε, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὥρα, μαθόντας ὑμᾶς, ὅτι μὴ κτίσμα ἐστὶν ὁ Υἱὸς (διὰ τούτου γὰρ τὰ γενητὰ ἐκτίσθη), ἐρωτᾷν, Πατὴρ οὖν ἐστιν ὁ Υἱός; Ἢ καὶ οὕτως· Τὸ Πνεῦμα οὖν ἐστιν ὁ Υἱὸς, καὶ ὁ Υἱὸς αὐτός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον; Τοιαῦτα δὲ λογιζόμενοι, ἔξω μὲν τῆς ἁγίας Τριάδος ἔσονται, ἄθεοι δὲ κριθήσονται, ἀλλάσ σοντες τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· μεταφέροντές τε αὐτὸ, ὡς θέλουσιν, ἐν ὁμοιώματι γενέσεως ἀνθρωπίνης, ἔκγονα καὶ πάππους ὀνομάζοντες, καὶ τὴν Ἑλλήνων θεογονίαν ἑαυτοῖς ἀναπλασσόμενοι. Οὐκ ἔστι δὲ αὕτη τῆς Ἐκκλησίας ἡ πίστις, ἀλλ' ὡς εἶπεν ὁ Σωτὴρ, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· Πατέρα μέντοι, οὐ δυνάμενον λέγεσθαι πάππον, καὶ Υἱὸν οὐ δυνάμενον λέγεσθαι Πατέρα, καὶ Πνεῦμα ἅγιον οὐκ ἄλλως ἢ οὕτως ὀνομαζόμενον. Ἐπὶ ταύτης τῆς πίστεως οὐκ ἔστιν ἐναλλὰξ εἰπεῖν· ἀλλ' ἀεὶ ὁ Πατὴρ Πατήρ ἐστι, καὶ ὁ Υἱὸς ἀεὶ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀεὶ Πνεῦμα ἅγιόν ἐστι καὶ λέγεται. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρωπίνων, οὐκ ἔστιν οὕτως, κἂν οἱ Ἀρειανοὶ τοιαῦτα φαντάζωνται. Ὡς γὰρ γέγραπται, «Οὐχ ὡς ἄνθρωπος ὁ Θεός,» οὕτως ἄν τις εἴποι, οὐχ ὡς Θεὸς οἱ ἄνθρωποι. Ἐπὶ γὰρ τῶν ἀνθρώπων, οὐκ ἔστιν ὁ πατὴρ ἀεὶ πατὴρ, οὐδὲ ὁ υἱὸς ἀεὶ υἱός. Ὁ γὰρ αὐτὸς πατὴρ μὲν υἱοῦ γίνεται, αὐτὸς δὲ ἑτέρου γέγονεν υἱὸς, καὶ ὁ υἱὸς πατρὸς ὢν υἱὸς, ἄλλου γίνεται πατήρ. Ἀβραὰμ γοῦν υἱὸς ὢν τοῦ Ναχὼρ, πατὴρ γέγονε τοῦ Ἰσαάκ· καὶ Ἰσαὰκ δὲ υἱὸς ὢν τοῦ Ἀβραὰμ, πατὴρ γέγονε τοῦ Ἰακώβ. Ἕκαστος γὰρ,μέρος ὢν τοῦ γονέως, γεννᾶται μὲν υἱὸς, γίνεται δὲ καὶ αὐτὸς ἑτέρου πατήρ. Ἐπὶ δὲ τῆς θεότητος οὐχ οὕτως, ἐπεὶ μὴ ὡς ἄνθρωπος ὁ Θεός. Ὁ γοῦν Πατὴρ οὐκ ἐκ Πατρός ἐστι· διὸ οὐδὲ γεννᾷ τὸν γενησόμενον ἑτέρου Πατέρα· οὐδὲ ὁ Υἱὸς μέρος ἐστὶ τοῦ Πατρὸς, διὸ οὐδὲ γέννημά ἐστιν εἰς τὸ γεννᾷν Υἱόν. Ὅθεν ἐπὶ τῆς θεότητος μόνης ὁ Πατὴρ κυρίως καὶ μόνος Πατὴρ ὢν, ἔστι καὶ ἦν καὶ ἀεί ἐστι. Καὶ ὁ Υἱὸς κυ ρίως, καὶ μόνος Υἱός ἐστι. Καὶ ἐπὶ τούτων ἕστηκε τὸ, ὁ Πατὴρ ἀεὶ Πατὴρ, καὶ τὸ, Υἱὸς ἀεὶ Υἱὸς, εἶναί τε καὶ λέγεσθαι· καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἀεὶ Πνεῦμα ἅγιόν ἐστι· καὶ

32