Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔλεγον κτίσμα εἶναι, οὐδὲ προσέκοπτον τῷ γεγραμμένῳ καλῶς. Ἐκεῖνοι μὲν οὖν «οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν·» διὰ τοῦτο, ὡς γέγραπται, «ἐν σκότῳ διαπορεύονται·» ἡμᾶς δὲ ὅμως ἀναγκαῖον εἰπεῖν, ἵν' ἐκεῖνοι μὲν καὶ ἐν τούτῳ δειχθῶσιν ἄφρονες, ἡμεῖς δὲ μὴ παραλίπωμεν τὸν κατὰ τῆς ἀσεβείας αὐτῶν ἔλεγχον, ἴσως καὶ αὐτοὶ μεταγνῶσιν. Ὁ χαρακτὴρ τοίνυν τῆς ἐν Χριστῷ πίστεώς ἐστιν οὗτος, τὸν Υἱὸν τοῦ Θεοῦ, Λόγον ὄντα Θεόν («Ἐν ἀρχῇ γὰρ ὁ Λό γος, καὶ Θεὸς ἦν ὁ Λόγος»), σοφίαν ὄντα καὶ δύναμιν τοῦ Πατρός (Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία), τοῦτον ἐπὶ συντελείᾳ τῶν αἰώνων ἄνθρωπον γεγενῆσθαι διὰ τὴν ἡμετέραν σωτηρίαν. Αὐτὸς γὰρ ὁ Ἰωάννης, εἰρηκὼς, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» μετ' ὀλίγα εἶπε· «καὶ ὁ Λόγος σὰρξ ἐγένετο·» ἴσον τῷ εἰπεῖν, ἄνθρωπος γέγονε. Καὶ ὁ μὲν Κύριος περὶ ἑαυτοῦ ἔλεγε· «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄν θρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» ὁ δὲ Παῦ λος, παρ' αὐτοῦ μαθὼν, ἔλεγεν· «Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς·» ἄνθρωπος δὲ γενόμενος καὶ οἰκονομήσας τὰ ἀνθρώπινα, τροπώσας τε καὶ καταργήσας τὸν καθ' ἡμῶν θάνατον, κάθηται νῦν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἐν αὐτῷ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ, ὥσπερ ἦν ἀεὶ, καὶ ἔστι διαπαντός. Ὁ μὲν χαρακτὴρ οὗτος ἐκ τῶν ἀποστόλων διὰ τῶν Πατέρων· δεῖ δὲ λοιπὸν, ἐντυγχάνοντα τῇ Γραφῇ, δοκιμάζειν καὶ διακρίνειν, πότε μὲν περὶ τῆς θεότητος τοῦ Λόγου λέγει, πότε δὲ περὶ τῶν ἀνθρωπίνων αὐτοῦ· 26.621 ἵνα μὴ ἕτερα ἀνθ' ἑτέρων νοοῦντες παραπαίωμεν, οἷα πεπόνθασιν οἱ Ἀρειανοί. Ὥσπερ τοίνυν, Λόγον αὐτὸν εἰδότες, οἴδαμεν, ὅτι «δι' αὐτοῦ τὰ πάντα ἐγέ νετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·» καὶ, «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν·» καὶ, «Ἀποστέλλει τὸν Λόγον αὐτοῦ, καὶ ἰᾶται τὰ πάντα·» καὶ σοφίαν δὲ αὐτὸν εἰδότες, οἴδαμεν, ὅτι ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, καὶ πάντα ἐν σοφίᾳ ἐποί ησεν ὁ Πατήρ· καὶ Θεὸν δὲ αὐτὸν εἰδότες, πεπι στεύκαμεν, ὅτι αὐτός ἐστιν ὁ Χριστός· «Ὁ θρόνος σου» γὰρ, «ὁ Θεὸς,» ᾄδει ∆αβὶδ, «εἰς αἰῶνα αἰῶ νος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιά σεως παρὰ τοὺς μετόχους σου.» Καὶ ἐν μὲν τῷ Ἡσαΐᾳ αὐτὸς περὶ ἑαυτοῦ λέγει· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ὁ δὲ Πέτρος ὡμο λόγησεν, ὅτι «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·» οὕτως εἰδότες αὐτὸν ἄνθρωπον γενόμενον, οὐκ ἀρνούμεθα τὰ περὶ αὐτοῦ ἀνθρωπίνως λεγόμενα, οἷά ἐστι τὸ πεινᾷν, τὸ διψᾷν, τὸ ῥαπισθῆναι, τὸ δακρῦσαι, τὸ κοιμηθῆναι, καὶ τέλος τῷ σταυρῷ ἀναδέξασθαι τὸν ὑπὲρ ἡμῶν θάνατον· ταῦτα γὰρ πάντα περὶ αὐτοῦ γέγραπται. Οὕτως καὶ τὸ, «ἔκτι σεν,» ἀνθρώποις ἁρμόζον οὐκ ἀπέκρυψεν ἡ Γραφὴ, ἀλλ' εἴρηκεν. Ἐκτίσθημεν γὰρ καὶ πεποιήμεθα οἱ ἄνθρωποι. Ἀλλ' ὥσπερ ἀκούοντες, ἐπείνασεν, ἐκοιμήθη, ἐῤῥαπίσθη, οὐκ ἀρνούμεθα αὐτοῦ τὴν θεότητα· οὕτως ἀκούοντας τὸ, «ἔκτισεν,» ἀκόλουθον ἂν εἴη μνημονεύειν, ὅτι, Θεὸς ὢν, ἐκτίσθη ἄνθρωπος. Ἀνθρώπων γὰρ ἴδιον τὸ κτίζεσθαι, ὥσπερ καὶ τὰ προειρημένα, τὸ πεινᾷν, καὶ τὰ ὅμοια. Καὶ γὰρ κἀκεῖνο πάλιν τὸ καλῶς μὲν εἰρημένον, κακῶς δὲ νοούμενον παρ' αὐτοῖς· φημὶ δὴ τὸ, «Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς,» καλὸν ἔχει τὸν νοῦν. Ἐκεῖ νοι μὲν γὰρ νομίζουσιν ἐκ τοῦ λέγειν, «οὐδὲ ὁ Υἱὸς,» ὅτι ἀγνοῶν δηλοῖ, ὅτι κτίσμα ἐστίν. Οὐκ ἔστι δὲ οὕ τως· μὴ γένοιτο! καὶ γὰρ ὥσπερ λέγων, «Ἔκτισέ 26.624 με,» ἀνθρωπίνως εἴρηκεν· οὕτως λέγων, «οὐδὲ ὁ Υἱὸς,» ἀνθρωπίνως εἴρηκε. Καὶ τὸ αἴτιον τοῦ οὕτως εἰρηκέναι ἔχει τὸ εὔλογον. Ἐπειδὴ γὰρ ἄνθρωπος γέγονεν, ὡς γέγραπται, ἀνθρώπων δὲ ἴδιον τὸ ἀγνοεῖν, ὥσπερ καὶ τὸ πεινᾷν, καὶ τὰ ἄλλα (οὐ γὰρ γινώσκουσιν, ἐὰν μὴ ἀκούσωσι καὶ μάθωσι), διὰ τοῦτο καὶ τὴν ἄγνοιαν τῶν ἀνθρώπων, ὡς ἄνθρωπος γεγονὼς, ἐπιδείκνυται· πρῶτον μὲν, ἵνα δείξῃ, ὅτι

25