Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν παραστήσῃ τῷ Πατρὶ τὴν ἀνθρωπότητα. Ποίαν ἔτι πρόφασιν εὑρήσουσιν οἱ Ἀρειανοί; Τί λοιπὸν ἐπινοήσαντες γογγύσουσι; Κατεγνώσθησαν μὴ εἰδότες τὸ, «Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ.» Καὶ ἐδείχθησαν μὴ νοοῦντες τὸ, «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός.» Καὶ γὰρ ὥσπερ λέγων μὲν τὸ, «ἔκτισε,» τὸ ἀνθρώ πινον σημαίνει, ὅτι ἄνθρωπος γέγονε καὶ ἐκτίσθη· λέγων δὲ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,» καὶ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί,» τὴν ἀϊδιότητα καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον σημαίνει· οὕτως λέγων, «Οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς,» ὡς ἄνθρωπος πάλιν λέγει· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Λέγων δὲ, «Οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ,» οἶδε πολλῷ πλέον τὰ γενητά. Οἱ μὲν οὖν μαθηταὶ ἐν τῷ κατὰ Ἰωάννην ἔλεγον τῷ Κυρίῳ· «Νῦν οἴδαμεν, ὅτι πάντα οἶδας.» Εὔδη λον οὖν, ὅτι οὐδέν ἐστιν ὃ ἀγνοεῖ, Λόγος ὢν, δι' οὗ τὰ πάντα ἐγένετο. Τῶν δὲ πάντων οὖσα καὶ ἡ ἡμέρα ἐκείνη, πάντως δι' αὐτοῦ γενήσεται, κἂν διαῤῥαγῶσι μυριάκις τῇ ἑαυτῶν ἀγνοίᾳ οἱ Ἀ ρειανοί. ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΕΠΙΣΚΟΠΟΝ

ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἴσως θαυμάσεις, πῶς ἐντειλάμενον τὴν περὶ τοῦ ἁγίου Πνεύματος γραφεῖσαν ἐπιστολὴν ἐπιτε 26.625 μεῖν, καὶ δι' ὀλίγων δηλῶσαι, ὁρᾷς ὥσπερ ἀφέντα με τὸν περὶ τούτου λόγον, καὶ γράφοντα κατὰ τῶν ἀσεβούντων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ λεγόντων αὐτὸν κτίσμα· ἀλλ' οὐ μέμψῃ εὖ οἶδ' ὅτι, εἰ μά θοις τὸ αἴτιον, ἀλλὰ καὶ ἀποδέξεταί σου ἡ εὐλάβεια, ὁρῶσα τὸ εὔλογον. Ἐπειδὴ γὰρ, ὡς αὐτὸς ὁ Κύριος εἶπεν· «Οὐ λαλήσει παρ' ἑαυτοῦ ὁ Παράκλη τος· ἀλλ' ὅσα ἀκούσει, λαλήσει· ὅτι ἐκ τοῦ ἐμοῦ λή ψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ ἐμφυσήσας δέδωκεν ἐξ αὐτοῦ τοῦτο τοῖς μαθηταῖς, καὶ οὕτως ἐξέχεεν αὐτὸ ὁ Πατὴρ ἐπὶ πᾶσαν σάρκα κατὰ τὸ γε γραμμένον· διά τοι τοῦτο εἰκότως περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ πρῶτον εἴρηταί τε καὶ γέγραπται· ἵν' ἐκ τῆς περὶ τοῦ Υἱοῦ γνώσεως ἔχειν καὶ τὴν περὶ τοῦ Πνεύματος γνῶσιν καλῶς δυνηθῶμεν· οἵαν γὰρ ἔγνωμεν ἰδιότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, ταύτην ἔχειν τὸ Πνεῦμα πρὸς τὸν Υἱὸν εὑρήσομεν. Καὶ ὥσπερ ὁ Υἱὸς λέγει, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν,» οὕτως ταῦτα πάντα διὰ τοῦ Υἱοῦ εὑρήσομεν ὄντα καὶ ἐν τῷ Πνεύματι. Καὶ ὡς ὁ Πατὴρ ἔδειξε τὸν Υἱὸν λέγων, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα,» οὕτως τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα· «Ἐξ απέστειλε γὰρ,» φησὶν ὁ Ἀπόστολος, «τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Καὶ τὸ παράδοξον, ὥσπερ ὁ Υἱὸς λέγει, Τὰ ἐμὰ τοῦ Πατρός ἐστιν, οὕτως τοῦ Πατρός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ τοῦ Υἱοῦ εἴρηται. Αὐτὸς μὲν γὰρ ὁ Υἱὸς λέγει· «Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·» ὁ δὲ Παῦλος γράφει· «Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵν' εἴδω μεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Καὶ ἐν πάσῃ δὲ τῇ θείᾳ Γραφῇ εὑρήσεις, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον λεγόμενον τοῦ Υἱοῦ, τοῦτο λέγεται τοῦ Θεοῦ εἶναι· καὶ τοῦτο ἐν τοῖς ἔμπροσθεν ἐγράψαμεν. Οὐκ οῦν εἰ ὁ Υἱὸς διὰ τὴν πρὸς τὸν Πατέρα ἰδιότητα, καὶ διὰ τὸ εἶναι αὐτοῦ τῆς οὐσίας ἴδιον γέννημα, 26.628 οὐκ ἔστι κτίσμα,

26